Occurrence 17969
(formerly occ/1264)
Ὠριγένους ἐνταῦθα καλλίστων τέλος | |
ἃ τίς συνῆξεν οὐ καλὸν πάλιν γράφειν | |
σαφῶς γὰρ ἐγράψαμεν ἀρχὴ βιβλίου· | |
ἐν στιχιδίοις ἐμμέτροις ἰαμβικοῖς· | |
τοὺς ὀργανιστὰς πλήκτορας ὠριγένους· | |
τὸν ἐργεσπείκτην πυκτίου τοῦ πανσόφου· | |
ὃς ποῖος ἐστὶ δείκνυσι τῶν βιβλίων· | |
μετὰ γραφὴ πληθύς τε συνηθροισμένη (?) | |
βοῶν δι' αὐτῶν πρὸς θ(εὸ)ν καθημέραν· | |
οὐκ ἀπὸ πηλοῦ πράξεων τῶν γηΐνων· | |
ἢ τῆς ἀγάπης πηλίνων νομισμ(ά)τ(ων)· | |
ἢ τῆς φιλίας χρυσίνων πλινθευμάτων· | |
ἢ τῆς μανίας πραγμάτων χοιραχύρων· | |
ἀλλ' ἀπὸ βίβλων χριστοπνευματεμφόρων· | |
ὡς πράξιν αὐτὰς τῶ θ(ε)ῶ παριστάνων· | |
ἢ πράξεως σήμαντρον οὐ κροτουμένης· | |
(καὶ) λανθανούσης, κἂν τὸ φῶς ἐν λυχνία· | |
οὐ λανθάνει βλέποντας ὑπεξημμένον· || | |
ὃ καὶ φυλάττειν καὶ διαυγάζειν πλέον· | |
δίδου τὸ φῶς, τὸ, φῶτα τοῖς φωσὶ νέμων· | |
ἐντεῦθεν αἴρων ἄξιον παραστάτην· | |
τῆς σῆς ἀπείρου, φωτομόρφου λαμπάδος:- |
Type(s) | [2448] Ὠριγένους ἐνταῦθα καλλίστων τέλος (22 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 1376-1400 |
Manuscript | VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 429 [1376-1400] |
Place in Manuscript | f. 267r-267v |
Person(s) | |
Contextual information | Written at the end of Origenes' Philocalia. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Author-related epigram |
Subject(s) | Origen of Alexandria < Egypt (2nd c. - 3rd c.) |
Comment | Devreesse (1937: 150) gives only the first and the last verse. |
Bibliography | |
Number of verses | 22 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/17969 |
Last modified: 2024-09-19.