Type 5640
(formerly typ/3695)
Τὸ μὲν δὴ οὖν ψαλμὸς Δαβὶδ γενικῶς εἰρημένον˙ | |
ἐν ἄλλοις δὲ ψαλμὸς Δαβὶδ δοτικῶς λελεγμένον˙ | |
ἔχει τινὰ διαστολὴν ἣν ἐφερμηνευτέον˙ | |
ὅπου μὲν γὰρ ψαλμὸς Δαβὶδ γενικῶς προεγράφη, | |
αὐτὸς ἐκεῖνος ὁ Δαβὶδ συγγραφεὺς παρεισῆκται. | |
Ὅπου δὲ κεῖται δοτικῶς ἄλλος μὲν ὁ συγγράψας˙ | |
ἀνήνεκται δὲ τῷ Δαβὶδ ὥσπερ ἀνάθημά τι. | |
Πρὸς τούτοις μάθε τι δηλοῖ ἡ τῶν διαψαλμάτων | |
φωνὴ κειμένη τῶν ψαλμῶν ἐνίως καὶ πολλάκις˙ | |
ἔστι δὲ τὸ διάψαλμα μεταβολή τις μέλους˙ | |
ἐν γὰρ ὀργάνοις μουσικοῖς τῶν ψαλμῶν λεγομένων | |
πολλάκις μεταβάλλονται εἰς ῥυθμοὺς διαφόρους˙ | |
ὡς ἐν χορδῇ ὡς ἐν φωνῇ τῶν μελῶν αἱ συνθέσεις. | |
ἢ νοῆσον διάψαλμα μεταβολὴν προσώπου˙ | |
μελωδουμένου γὰρ ψαλμοῦ πρός τινος χοροψάλτου, | |
ἕτερος ὑπεδέχετο τούτου τὴν ἁρμονίαν. | |
Ἢ διάψαλμʹ ὠνόμασται τὸ διάλειμμα τάχα; | |
Γρηγόριος δʹ ὁ νυσαεὺς ἄλλην αἰτίαν λέγει˙ | |
ὡς ἄνωθεν τοῦ πμεύματος ἀεὶ χορηγουμένου | |
τοῖς τοὺς ψαλμοὺς συγγράψασι πρὸς δὲ καῖ μελωδοῦσι | |
ἐγίνετό τις ἔλλαμψις κρείττων καὶ θειοτέρα, | |
πρὸς ἣν ὁ μύστης ἵστατο ὥσπερ ἐκπεπληγμένος˙ | |
ταύτην τοίνυν τὴν μεταξὺ τῶν μεμουσουργημένων | |
ἢ τομὴν ἢ διάλειμμα ἢ μέλους ἡσυχίαν | |
ὁ λόγος κατωνόμασε διάψαλμα πανσόφως. | |
οἱ δὲ σὲλ ἐπιγράφουσιν ἀντὶ διαψαλμάτων˙ | |
ἑβραϊκὴ δʹ ἡ συλλαβὴ. Δηλοῖ δʹ ἀειλογίαν˙ | |
δηλοῖ δὲ τὰς τοῦ πνεύματος ἀειρρύτους ἐλλάμψεις˙ | |
κἂν γὰρ μικρὸν ἐπέπαυτο τῷ ψαλμωδῷ τὸ μέλος, | |
ἀλλʹ ἡ πνευματικὴ φθογγὴ ἦν ἀεὶ φωνουμένη. |
Text source | L. Westerink, 1992, Michaelis Pselli poemata, Stuttgart: 11-12 |
Text status | Text completely known |
Editorial status | Critical text |
Genre(s) | Author-related epigram |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | |
Tag(s) | Introduction to the subject |
Comment | = Michael Psellos, Poem 1, vv. 262-291. |
Bibliography |
Bibliography category to be determined T. Gaisford, 1812, Catalogus sive notitia manusciptorum qui a cel. E.D. Clarke compariti in Bibliotheca Bodleiana adversantur (vol. 1), Oxford: 57-58 |
Number of verses | 30 |
Occurrence(s) |
[16927] Τὸ μὲν δὴ οὖν ψαλμὸς δαβὶδ γενικῶς εἰρημένον
[1078]
OXFORD - Bodleian Library - Clarke 15 [1078] (f. 1r-2v) (30 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 769: "In psalterium" |
Permalink | https://www.dbbe.ugent.be/types/5640 |
Last modified: 2021-09-03.