Type 7100
(formerly typ/4998)

Πρόσταγμα πεπλήρωκα τοῦ Θεοῦ Λόγου·
σὺ δ’ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας,
θύτα καθαρὲ καὶ Θεοῦ παραστάτα,
εὐχαῖς ἀμείβου τῆς γραφῆς τὸν ἐργάτην.
(...)δ(...)ελὲς δὲ τὴν ἀκραιφνῆ θυσίαν,
προσπίπτει θερμὸς ἐκδυσωπῶν τὸν Λόγον,
τῶν ψυχικῶν λαβεῖν με λύτρον πταισμάτων,
ἀρρωστίων δὲ τῆς τινακτρίας ζάλην
καὶ κυμάτων δὴ καὶ ταραχῆς καὶ κλόνου
καὶ δαιμονικῶν σκανδάλων
μακρὰν φανεῖναι τῇ Θεοῦ συνεργείᾳ·
ταύτην δίδοι μοι τὴν ἀμοιβὴν τοῦ κόπου.
Χεὶρ μὲν ἡ γράψασα ταύτην τὴν δέλτον ἦν ὡς ἔτων κʹ,
καὶ αὕτη μέλλειν ἐν τῇ γῇ βεβληκέναι·
ἡ γὰρ αὕτη ἡ δέλτος μείνῃ εἰς τὸν αἰῶνα.
Ποῖος καὶ τίς δὲ ὁ ποιήσας τὴν δέλτον·
Θεὸς γὰρ οἶδεν, ὁ ἐρευνῶν καρδίας.
Τύθεται νῦν δὲ τὴν δέλτον ταύτην
εἰς μικρὰν λύσιν τῶν αὐτοῦ εὐκλημάτων
καὶ οὐ μόνον τῶν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι
τῶν δι' αὐτοῦ κοπιόντων ἐν τῷ καιρῷ τῆς δέλτου ταύτης.
Title(s) Librarii subscr.
Text source DBBE
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Comment The epigram is a dodecasyllabic poem that evolves to a prose colophon.
Bibliography
Number of verses 21
Occurrence(s) [26460] πρόσταγμα πεπλῆρωκα τοῦ θ(εο)ῦ λόγου [1263]
ATHOS - Mone Batopediou 896 [1263] (f. 157r-157v)
(21 verses)
Acknowledgements Information on the type courtesy of ParaTexBib.

Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Paratexts of the Bible (Pinakes), 19254
Permalink https://www.dbbe.ugent.be/types/7100
Last modified: 2018-03-27.