Type 6991
(formerly typ/4904)
Μῦθος παλαιὸς ὡς Ἄτλας νώτοις φέρει | |
τὸν οὐρανόν, κάτωθεν ἐκ γῆς ἀνέχων, | |
σὺ γοῦν ἀκούων, γνῶθι τοῦτ' ἀληγόρως. | |
Ὅρος γὰρ Ἄτλας, Λιβύης ἐν ἐσχάτοις, | |
οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην, | |
εἶναι δοκοῦσιν οὐρανοῖς συνημμένην. | |
Ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία, | |
Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν. |
Last modified: 2020-08-25.