Type 6701
(formerly typ/4601)
Δέξαι με, δέσποινα πανύμνητε, βροτῶν | |
καύχημα πάντων καὶ ὕψωμα αγγέλων | |
εὐωνύμων ἐξερχόμενον δεξιά, | |
ὡς πολλοὶ δαιμόνων τε λυγρῶς ᾔσχυναν, | |
βροτῶν τε καὶ ἐμπαίξαντο βεβλημένον. | |
Οἱ μὲν ψυχὴν ᾔσχυμμένην ἐξέπραξαν, | |
οἱ δ' ἐν γελάσμασι βλήδην ἐβάλοντο. | |
Ἀλλ' ἐν σοὶ, πανύμνητε, τῇ βοηθείᾳ | |
ἔχω τε καὶ θαρρῶ μὴ βλαβηθῆναι με, | |
γέλως βροτοῖς τε καὶ ἐχθροῖς μὴ γίγνοιμι. | |
Πᾶς τις δ' ἔχων ἐλπίδα πρὸς Θεὸν σοφήν, | |
οὖτος πέποιθ' ἐπ' αὐτὸν μέχρι που τέλους | |
καὶ τῷ Πέτρῳ κέκτισται ἡ κατοικία. | |
Ἥκιστα δ' αὖ πεποιθῶς πρὸς Θεόν, μᾶλλον | |
βροτῶν βοήθειαν κατήραται οὗτος | |
καὶ ἡ κατοικία κέκτισται τῇ ἄμμῳ. | |
Οὗτος Θεὸς σεσάρκωται τῆς σῆς σαρκός | |
σεβασμίας ἐξ ἀγνῶν θ' αἰμάτων θείων, | |
ὃς τὰς ψυχὰς πάντων σώσοιτο διὰ σοῦ. |
Title(s) | Στίχοι ἰαμβικοὶ πρὸς τὴν Θεοτόκον Γεωργίου ἱερέως τοῦ Τριβιζία |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | Theotokos |
Tag(s) | Prayer |
Bibliography |
Bibliography category to be determined P. Mastrodimitris 1971, Γεώργιος Τριβίζιος (πρὸ τοῦ 1423-1485) κωδικογράφος τοῦ Βησσαρίωνος καὶ ἱερεύς τῶν ἐν Βενετίᾳ Ἑλλήνων, Θησαυρίσματα, 8, 49-62: 60-61 |
Number of verses | 19 |
Occurrence(s) |
[25093] Δέξαι με δέσποινα πανύμνητε βροτῶν
[1426-1500]
FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Conv. Soppr. 440 [1426-1500] (f. 194v) (19 verses) |
Identification | Vassis ICB 2005, 137: "Georg. Tribizias, Ad Deiparam" |
Permalink | https://www.dbbe.ugent.be/types/6701 |
Last modified: 2019-05-18.