Occurrence 25093
(formerly occ/9106)
στίχοι ἰαμβικοὶ πρὸς τὴν θ(εοτό)κ(ο)ν Γεωργ(ίου) ἱερέ(ως) τοῦ Τριβιζία | |
Δέξαι με δέσποινα πανύμνητε βροτῶν | |
καύχημα πάντων καὶ ὕψωμα αγγέλων | |
εὐωνύμων ἐξερχόμενον δεξιά· | |
ὡς πολλοὶ δαιμόνων τε λυγρῶς ἤσχυναν, | |
βροτῶν τε καὶ ἐμπαίξαντο βεβλημένον· | |
οἱ μ(ὲν) ψυχὴν ἠσχυμμένην ἐξέπραξαν· | |
οἱ δ' ἐν γελάσμασι βλήδην ἐβάλοντο· | |
ἀλλ' ἐν σοὶ πανύμνητε τῆ βοηθεία | |
ἔχω τὲ καὶ θαρρῶ μὴ βλαβηθῆναί με· | |
γέλως βροτοῖς τε καὶ ἐχθροῖς μὴ γίγνοιμι· | |
πᾶς τις δ' ἔχων ἐλπίδα πρὸς θ(εὸ)ν σοφὴν, | |
οὖτος πέποιθ' ἐπ' αὐτὸν μέχρι που τέλους· | |
καὶ τῶ πέτρω κέκτισται ἡ κατοικία· | |
ἥκιστα δ' αὖ πεποιθὼς πρὸς θ(εό)ν, μᾶλλον | |
βροτῶν βοήθειαν, κατήραται οὗτος | |
καὶ ἡ κατοικία κέκτισται τῆ ἄμμω· | |
οὗτος θεὸς σεσάρκωται τῆς σῆς σαρκὸς, | |
σεβασμίας ἐξ ἀγνῶν θ' αἱμάτων θείων | |
ὃς τὰς ψυχὰς πάντων σώσοιτο διὰ σοῦ:~ |
Type(s) | [6701] Δέξαι με, δέσποινα πανύμνητε, βροτῶν (19 verses) |
Text source | DBBE (Autopsy of the manuscript) |
Text status | Text completely known |
Date | 1426-1500 |
Manuscript | FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Conv. Soppr. 440 [1426-1500] |
Place in Manuscript | f. 194v |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Subject(s) | Theotokos |
Comment | Mastrodimitris (1971: 60): 'αὐτόγραφοι στίχοι τοῦ Τριβιζίου'. It does not function as a book epigram in this manuscript. |
Bibliography | |
Number of verses | 19 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/25093 |
Last modified: 2017-09-20.