Type 6610
(formerly typ/4509)
Ὁ Μιτυλήνης ἀρχιθύτης, ὦ ξένε. | |
Διονύσιος τὴν κυριωνυμίαν, | |
Ἀρκὰς μὲν ἦν δήπουθεν ἐξ Ἀχαΐας, | |
Εὐζωίτου παῖς, ἀγαθῆς ῥίζης κλάδος· | |
Τὴν ἀρετὴν δὲ τὴν Θεοῦ παραστάτιν, | |
Σύνοικον εὑρὼν καὶ βοηθὸν ἐκ βρέφους, | |
Τοὺς τοῦ βίου πέφευγεν ἐμφρόνως βρόχους. | |
Καὶ γὰρ πτερωθεὶς τῷ μονοτρόπῳ βίῳ, | |
Οἷα νεοττὸς τῷ Θεῷ προσήγγισε. | |
Καλοῦ δὲ παντὸς εὑρεθεὶς ἐπιστάτης, | |
Καὶ τῶν μοναστῶν δείκνυται πρωτοστάτης. | |
Ψυχῶν δὲ ῥυθμὸς εὑρεθεὶς τοῖς πρακτέοις, | |
Ποιμαντικῆς ἔτυχεν εὐθὺς ἀξίας. | |
Καὶ τοῦτο λοιπὸν ὀργανοῖ τὸ βιβλίον, | |
Εἰς κοινὸν ἐντρύφημα τοῖς ἐναρέτοις, | |
Μή πως ὁ λῃστὴς καὶ φθορεὺς πάντων χρόνος, | |
Κρύψῃ τοσοῦτον ὄλβον ἐνθέων λόγων. | |
Ἐρᾷ γὰρ αὐτοῦ μυστικῶς τοῦ βιβλίου, | |
Ἐν ᾧ Θεοῦ χεὶρ τοὺς ἀεὶ ζῶντας γράφει· | |
Μᾶλλον δὲ τὴν κλίμακα τῆς ἀφθαρσίας | |
Εἰς νοῦν λαβὼν ἔπηξε τοῦ νοῦ τὰς βάσεις, | |
Καὶ τῷ γένει προὔθηκε τὴν κοινὴν χάριν, | |
Ὡς ἂν ἐπ' αὐτῆς πρακτικῶς ἀνατρέχοι | |
Πᾶς εἴ τις ἐκ γῆς πρὸς Θεὸν σπεύδει τρέχειν. |
Title(s) | Τοῦ Φιλῆ |
Editorial status | Not a critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Bibliography |
Bibliography category to be determined I. Sakkelion 1889, Μανουὴλ Φιλῆ τοῦ Ἐφεσίου στίχοι ἀνέκδοτοι, Δελτίον τῆς Ἱστορικῆς καὶ Ἐθνολογικῆς Ἑταιρείας τῆς Ἑλλάδος, 3, 315f.: 316 |
Number of verses | 24 |
Occurrence(s) |
[24923] Ὁ Μιτυλήνης ἀρχιθύτης, ὦ ξένε.
[1301-1325]
ATHENS - Ethnike Bibliotheke tes Hellados 229 [1301-1325] (f. 224v) (24 verses) |
Identification | Vassis ICB 2005, 528: "In Dionysium ep. Mitylenensem" |
Permalink | https://www.dbbe.ugent.be/types/6610 |
Last modified: 2019-08-02.