Occurrence 24923
(formerly occ/8911)
Τοῦ Φιλῆ | |
Ὁ Μιτυλήνης ἀρχιθύτης, ὦ ξένε. | |
Διονύσιος τὴν κυριωνυμίαν, | |
Ἀρκὰς μὲν ἦν δήπουθεν ἐξ Ἀχαΐας, | |
Εὐζωίτου παῖς, ἀγαθῆς ῥίζης κλάδος· | |
Τὴν ἀρετὴν δὲ τὴν Θεοῦ παραστάτιν, | |
Σύνοικον εὑρὼν καὶ βοηθὸν ἐκ βρέφους, | |
Τοὺς τοῦ βίου πέφευγεν ἐμφρόνως βρόχους. | |
Καὶ γὰρ πτερωθεὶς τῷ μονοτρόπῳ βίῳ, | |
Οἷα νεοττὸς τῷ Θεῷ προσήγγισε. | |
Καλοῦ δὲ παντὸς εὑρεθεὶς ἐπιστάτης, | |
Καὶ τῶν μοναστῶν δείκνυται πρωτοστάτης. | |
Ψυχῶν δὲ ῥυθμὸς εὑρεθεὶς τοῖς πρακτέοις, | |
Ποιμαντικῆς ἔτυχεν εὐθὺς ἀξίας. | |
Καὶ τοῦτο λοιπὸν ὀργανοῖ τὸ βιβλίον, | |
Εἰς κοινὸν ἐντρύφημα τοῖς ἐναρέτοις, | |
Μή πως ὁ λῃστὴς καὶ φθορεὺς πάντων χρόνος, | |
Κρύψῃ τοσοῦτον ὄλβον ἐνθέων λόγων. | |
Ἐρᾷ γὰρ αὐτοῦ μυστικῶς τοῦ βιβλίου, | |
Ἐν ᾧ Θεοῦ χεὶρ τοὺς ἀεὶ ζῶντας γράφει· | |
Μᾶλλον δὲ τὴν κλίμακα τῆς ἀφθαρσίας | |
Εἰς νοῦν λαβὼν ἔπηξε τοῦ νοῦ τὰς βάσεις, | |
Καὶ τῷ γένει προὔθηκε τὴν κοινὴν χάριν, | |
Ὡς ἂν ἐπ' αὐτῆς πρακτικῶς ἀνατρέχοι | |
Πᾶς εἴ τις ἐκ γῆς πρὸς Θεὸν σπεύδει τρέχειν. |
Type(s) | [6610] Ὁ Μιτυλήνης ἀρχιθύτης, ὦ ξένε. (24 verses) |
Text source | I. Sakkelion 1889, Μανουὴλ Φιλῆ τοῦ Ἐφεσίου στίχοι ἀνέκδοτοι, Δελτίον τῆς Ἱστορικῆς καὶ Ἐθνολογικῆς Ἑταιρείας τῆς Ἑλλάδος, 3, 315f.: 316 |
Text status | Text completely known |
Date | 1301-1325 |
Manuscript | ATHENS - Ethnike Bibliotheke tes Hellados 229 [1301-1325] |
Place in Manuscript | f. 224v |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Genre(s) | |
Subject(s) | |
Number of verses | 24 |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/24923 |
Last modified: 2019-08-02.