Type 6094
(formerly typ/4077)
| Ἐγὼ μὲν εἰσῄτησα βίβλου τὴν χάριν· | |
| λαβὼν πρὸς ὑμῶν, οἷς θέμις τιμᾶν φίλους, | |
| ὡς ηὐξάμην, ἔγραψα πᾶσαν εἰς τάχος· | |
| ὡς ἦν ἐφικτὸν τῷ γραφεῖ τοῦ πυκτίου. | |
| Κάλλους γὰρ ἡμῖν γραμμάτων οὐδεὶς λόγος | |
| πλὴν τῆς κατὰ χρόνον τε καὶ προσῳδίαν | |
| διαστολῆς τε καὶ σαφηνείας μόνης· | |
| αὐτοὺς γραφεῖς μάλιστα σεμνύνει πλέον | |
| ἢ σχηματισμὸς ὀξυρύχων γραμμάτων. | |
| Αὐτὸς δὲ ταύτην ἀντιδέξῃ τὴν χάριν, | |
| φίλων ἐμοὶ κράτιστε καὶ διδασκάλων, | |
| πρὸς τῆς ἄνωθεν τοῦ θεοῦ προμηθείας, | |
| ἣν οἶδεν, ἥν πέφυκεν ἀξίως νέμειν | |
| τοῖς τῆς ἑαυτοῦ δεξιῆς παραστάταις | |
| καὶ τοῖς καθ’ ἡμᾶς τῶν φίλων εὐεργέταις. | |
| Εὐεργετεῖν γὰρ ἴστε τοὺς φίλους μάλα, | |
| ὡς δ’ οὖν ἐμαυτὸν ῥᾷστα καὶ πείθειν ἔχω, | |
| καὶ τοὺς μισοῦντας εὐνομεῖν ὑπερμάλα | |
| καὶ κοινὰ τοῖς χρῄζουσι θησαυρίσματα | |
| πᾶσι προκεῖσθαι καὶ προκιχρᾶσθαι θέλειν, | |
| ὡς πλοῦτος ἔμπνους, ἀφθόνως κενούμενος, | |
| τὰ καὶ πάλαι κτηθέντα τῷ μακρῷ χρόνῳ | |
| καὶ συλλεγέντα προσφάτως καὶ προσφόρως | |
| ἱδρῶσι πολλοῖς τῇ φιλέργῳ σου φύσει. | |
| καὶ μάρτυς ἡ φθάσασα τῆς βίβλου χάρις, | |
| καθ’ ἥν λελοχὼς προῖκα τοῦ ποθουμένου | |
| ἥδιστα τοῖς σοῖς ἐντρυφῶ καθ’ ἡμέραν | |
| πόνοις, ἀριστεῦ τῶν γραφόντων βιβλία, | |
| οἷς ὡς μάλιστα καὶ λαλῶν σοι προσβλέπω, | |
| ἀνιστορῶν σε καὶ γραφῇ καὶ καρδία, | |
| τὴν εὐπόριστον τῆς γραφῆς παγκτησίαν, | |
| τὸν ἄφθονον ῥοῦν τῶν θεοκτήτων πόνων, | |
| τὸν εὐσεβῆ νοῦν, τὴν προσηνῆ καρδίαν. | |
| Τοὺς γὰρ γλυκασμοὺς ὧν ἀποσπάζεις λόγων | |
| καὶ τὴν ἀρίστην τῶν τρόπων εὐρυθμίαν | |
| ἡ τοῦ βίου κάθαρσις ἀγγέλλει πλέον, | |
| καθ’ ἣν ἅπαντας ἀσμενίζῃ τοὺς φίλους· | |
| λαλῶν δὲ παντάπασιν ἐν παρρησίᾳ | |
| καὶ συμβιβάζεις ὡς θέμις τὰ πράγματα, | |
| κιρνῶν διαιρῶν τῇ καταλλήλῳ θέσει | |
| ζυγοστατῶν τε τῇ ῥοπῆ τῇ παγκάλῳ | |
| ἅπαν πρόσαντες καὶ λόγου καὶ πράγματος. | |
| Οὕτω μὲν οὖν σοι καὶ λαλῶ καὶ προσβλέπω | |
| καὶ τοῖς λογισμοῖς ζωγραφῶ καθ’ ἡμέραν | |
| τὸν πρόξενόν μοι τῶν θεηγόρων λόγων, | |
| ἐν οἷς τὸ κῦρος τῶν ἀληθῶν δογμάτων | |
| ὡς ἐν λάλοις πίναξιν ἐστηλωμένον, | |
| εἰς προὖπτον αὐτὴν ἐξελέγχει τὴν πλάνην | |
| καὶ τὴν νέαν συρίζειν ὡς λαοπλάνον, | |
| ἣν σφενδονᾷ μὲν ἡ γραφὴ κατὰ κράτος | |
| λόγοι τε τοξεύουσι τῶν διδασκάλων, | |
| βελῶν δίκης ῥίπτοντες ἄνθρακας λάλους, | |
| ὡς πᾶσαν αὐτῆς τὴν νεόσπαρτον χλόην | |
| καὶ τὰς νεωστὶ λυσσοδήκτους τερθρείας | |
| εἰς χοῦν τετράφθαι καὶ σποδὸν τεθραυσμένην, | |
| Χριστοῦ δὲ τὴν σάρκωσιν ἡλίου πλέον | |
| ἁπανταχοῦ γῆς κἀστραπῆς τάχους δίκην | |
| διαδραμεῖν τε καὶ διαυγάσαι φρένας | |
| τῶν ἐντραφέντων ὀρθοδοξίας λόγοις, | |
| οὓς οὐδὲν ἠμαύρωσεν, οὐ καιροῦ ζάλη, | |
| οὐ πραγμάτων κύκησις, οὐκ ὀφρὺς μέγα | |
| φυσᾶν δοκοῦσα καὶ κτυπᾶν ἠπειγμένη, | |
| οὐκ ὄγκος ὕψους ἀρχικῆς ἐξουσίας, | |
| οὐ πλοῦτος ἁδρός, οὐ σοβοῦσα κομψότης· | |
| ἀπῆν γὰρ αὐτῶν πᾶς ἀβλεψίας σκότος, | |
| φωτὸς καταστράπτοντος αὐτοὺς ἀσκίου | |
| τὸν νοῦν τε συμφράττοντος ἐν παντευχίᾳ. | |
| Ὧν εἷς πέφηνας ἐκ βρέφους καὶ σπαργάνων, | |
| τὸ φῶς ἔναυλον καὶ πρὸ τῆς ἥβης τρέφων | |
| καὶ πᾶν νόημα τῆς γραφῆς ἐπιξέων, | |
| ἕως ἂν εὕρῃς Χριστὸν ὡς εὑρεῖν θέμις, | |
| ὡς φῶς ἐναστράπτοντα τῇ σῇ καρδίᾳ | |
| καὶ πυρσὸν αὐγάζοντα δογμάτων σέλας· | |
| δι’ ὧν τὸν αὐτὸν σάρκα καὶ θεὸν φύσιν | |
| ἢ μᾶλλον ἄνθρωπόν τε καὶ θεὸν λέγειν | |
| ὁριστικῶς μὲν ἐκδιδάσκεις οἷς γράφεις, | |
| πλὴν οὐ μεριστῶς οὐδὲ μὴν πεφυρμένως· | |
| τὸ μὲν γὰρ ἢ σύμφυρσιν ἢ τροπῆς ἴχνος | |
| οὐκ ἂν διδάξῃς, ἀσφαλὴς ὢν ἐν λόγοις | |
| καὶ δογματίζειν ἀκριβῶς εἰθισμένος | |
| ὅτ᾽ αὖ διαιρεῖν εἰς δυοῖν ὑποστάσεις | |
| τὸν συντεθέντα Χριστόν. Εἷς γάρ, οὐ δύο, | |
| πατρὸς μὲν ὑιὸς καὶ βρέφος τῆς παρθένου, | |
| τοῦ μὲν πρὸ αἰώνων τε καὶ μητρὸς δίχα, | |
| τῆς δ’ αὖ γ’ ἐπ’ ἐσχάτων τε καὶ σπορᾶς ἄνευ· | |
| σπορὰν γὰρ ἔσχε τὴν χύσιν τοῦ πνεύματος | |
| ἡ συνδραμοῦσα τῷ λόγῳ σαρκουμένω· | |
| ἐπεσκίασεν ἐνθέως τῇ παρθένῳ, | |
| ἐντεῦθεν ὥσπερ κυρίως θεητόκος | |
| ὡς αὐτὸν γεννήσασα τὸν θεὸν λόγον | |
| κηρύττεταί τε καὶ σεβάζεται μόνη. | |
| Ἐντεῦθεν αὐτῆς καὶ τὸν υἱὸν ὡς ἕνα | |
| Χριστὸν γεραίρειν ἴσμεν, ἀλλ’ οὐχ ὡς δύο· | |
| τομὴν γὰρ ἔσχεν οὐδαμῶς τὴν εἰς δύο, | |
| κἂν ἐκ δυοῖν πέφηνεν ὥσπερ ἐν δύο, | |
| καὶ σὰρξ πεφηνὼς εἷς μετ᾽ αὐτῆς ἐκράθη | |
| φυρμοῦ τε χωρὶς καὶ τροπῆς πάσης δίχα, | |
| ὁ τὴν καθ᾽ ἡμᾶς οὐσιωθεὶς οὐσίαν, | |
| οὔκουν μεριστός, ὡς ἐκόμπουν οἱ πάλαι | |
| τέμνοντες αὐτοῦ τὰς συνημμένας φύσεις | |
| δίχα τε τοῦτον συντεμεῖν ᾑρημένοι, | |
| ἵν’ εἰς ψιλὸν ἄνθρωπον ἐλπίζειν μόνον | |
| καὶ γυμνὸν εἶναι τὸν θεὸν δοῖεν λόγον | |
| ὄλης διαμπὰξ τῆς καθ’ ἡμᾶς οὐσίας. | |
| Ἀλλ’ οὐδὲ συντιθέντας εἰς μίαν φύσιν | |
| τὰς συνδραμούσας εἰς ὑπόστασιν μίαν | |
| –το προσλαβὸν τε καὶ προσληφθὲν λέγω– | |
| φύσεις δὲ Χριστοῦ ταύτας προδήλως δύο | |
| τοὺς συγχυτὰς ἕλοιο συγχωρεῖν ὄλως. | |
| Συμφύρσεως γάρ, οὐχ ἑνώσεως τρόπος | |
| ἡ σύνθεσις πέφυκεν ἡ κατ᾽ οὐσίαν, | |
| ὡς αὐτὸς οἶσθα καὶ διδάσκεις ἐμφρόνως. | |
| Ἐντεῦθεν ὥσπερ ἐνθέῳ παρρησίᾳ | |
| Χριστοῦ νοεῖσθαι τὰς ἐνεργείας δύο | |
| καὶ τὴν ἐν αὐτῷ προσφυῶς νοουμένην | |
| διπλῆν θέλησιν δογματίζεις, συνδέων | |
| ἀλλ’ οὐ διιστῶν ἢ μερίζων ἰδίως | |
| τούτων ἑκάστην πλὴν θεωρίᾳ μόνῃ, | |
| καθ’ ἣν ὁ νοῦς πέφυκεν ἰσχνῶς προσβλέπειν | |
| διακρίνειν τε τοῖς ἀσυγκρίτοις νόμοις | |
| τὰς συμβαθείσας εἰς ἑνώσεως λόγον | |
| ἀλλ’ οὐ τραπείσας εἰς ἑαυτὰς οὐσίας. | |
| Οὔτως νοῶ μὲν τὰς ἐνεργείας δύο, | |
| τὰς ὡς ἑνός τε κἀξ ἑνὸς παρηγμένας | |
| υἱοῦ τε Χριστοῦ καὶ προσώπου συνθέτου | |
| κατ’ ἄλλο κἄλλο τῇ καταλλήλῳ φύσει, | |
| ὡς ἐκ μιᾶς πηγῆς τε καὶ συναυλίας | |
| κοινῶς προιούσας τε καὶ συνημμένας. |
| Title(s) | Ἀνδρέου τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κρήτης ἴαμβοι γραφέντες πρὸς τὸν ὁσιώτατον Ἀγάθωνα, ἀρχιδιάκονον καὶ χαρτοφύλακα τῆς ἐνταῦθα ἀγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ὅτε λαβὼν τὴν παρούσαν βίβλον μετέβαλε καὶ πάλιν ἀπέστειλεν |
| Text source | A. Heisenberg 1901, Ein jambisches Gedicht des Andreas von Kreta, Byzantinische Zeitschrift, 10(2), 505-514: 508-512 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Patron-related epigram |
| Person(s) | |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | |
| Bibliography | |
| Number of verses | 128 |
| Occurrence(s) |
[23711] ἐγὼ μ(ὲν) εἰσήτησα βίβλου τὴν χάριν
[15th c.]
MILAN - Biblioteca nazionale Braidense AF X. 47 [15th c.] (f. 193r-194r) (128 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 167: "Andreas Cretensis, Ad Agathonem" |
| Permalink | https://www.dbbe.ugent.be/types/6094 |
Last modified: 2020-08-31.
