Occurrence 23711
(formerly occ/7649)

+ ἀνδρέου τοῦ ἁγιωτ(ά)τ(ου) ἀρχιεπισκόπ(ου) κρήτ(ης) ἴαμβοι γραφέντες πρὸς τὸν ὁσιώτ(α)τ(ον) ἀγάθωνα. | ἀρχιδιάκονον καὶ χαρτοφύλακ(α) τῆς ἐνταῦθα ἀγιωτ(ά)τ(ης) τοῦ θ(εο)ῦ μεγάλης ἐκκλησί(ας):, | ὅτε λαβὼν τ(ὴν) παρούσαν βίβλον μετέβαλ(ε) καὶ πάλιν ἀπέστειλ(εν):,
 
+ ἐγὼ μ(ὲν) εἰσήτησα βίβλου τὴν χάριν:
λαβὼν πρὸς ὑμῶν οἷς θέμις τιμᾶν φίλ(ους):
ὡς ηὐξάμην ἔγραψα πᾶσ(αν) εἰς τάχος:
ὡς ἦν ἐφικτὸν τῶ γραφεῖ τοῦ πυκτίου:
κάλλους γὰρ ἡμῖν γραμμάτων οὐδεὶς λόγ(ος):
πλὴν τ(ῆς) κατὰ χρόνον τε καὶ προσωδί(αν):
διαστολῆς τε καὶ σαφηνεί(ας) μόνης·
αὐτοὺς γραφεῖν μάλιστα σεμνύ(ν)ει πλέ(ον)·
ἢς σχηματισμὸς ὀξυρύχ(ων) γραμμάτ(ων)·
αὐτὸς δὲ ταύτην ἀντιδέξη τ(ὴν) χάρ(ιν)·
φίλων ἐμοὶ κράτιστε κ(αὶ) διδασκάλ(ων)·
πρὸς τ(ῆς) ἄνωθ(εν) τοῦ θ(εο)ῦ προμηθείας·
ἣν οἶδεν, ἥν πέφυκ(εν) ἀξί(ως) νέμειν·
πρὸς τ(ῆς) ἑαυτοῦ δεξιοῖς παραστάταις·
(καὶ) τοῖς καθ’ ἡμᾶς τ(ῶν) φίλ(ων) εὐεργέτ(αις)·
εὐεργετεῖν γὰρ ἴστε τ(οὺς) φίλους μάλα·
ὡς δ’ οὖν ἐμαυτὸν ῥᾶστα (καὶ) πάθειν ἔχω·
(καὶ) τοὺς μισοῦντ(ας) εὐνομεῖν ὑπερμάλα·
(καὶ) κοινὰ τοῖς χρήζουσ(ι) θησαυρίσματ(α)·
πᾶσι προκεῖσθαι κ(αὶ) προκιχρᾶσθ(αι) θέλ(ειν)·
ὡς πλοῦτος ἔμπνους ἀφθόν(ως) κενούμ(εν)ος·
τὰ καὶ πάλαι κτηθέντ(α) τῶ μακρῶ χρόνω·
(καὶ) συλλεγέντα προσφάτως (καὶ) προσφόρ(ως)·
ἱδρῶσι πολλοῖς τῆ φιλέργω σου φύσει·
καὶ μάρτυς ἡ φθάσασα τ(ῆς) βίβλου χάρις·
καθ’ ἥν λελοχ(ὼς) προίξα τοῦ ποθουμ(έν)ου·
ἥδιστα τοῖς σοῖς ἐντρυφῶ καθ’ ἡμέραν·
πόνοις ἀριστεῦ τῶν γραφόντ(ων) βιβλία·
οἷς ὡς μάλιστα καὶ λαλῶν σοι προσβλέπω·
ἀνιστορῶν σε (καὶ) γραφῆ καὶ καρδία·
τ(ὴν) εὐπόριστον τ(ῆς) γραφ(ῆς) παγκτησίαν·
τὸν ἄφθονον ῥοῦν τ(ῶν) θεοκτήτ(ων) πόν(ων)·
τὸν εὐσεβῆ νοῦν τ(ὴν) προσηνεῖ καρδί(αν)·
τοὺς γὰρ γλυκασμ(οὺς) ὧν ἀποσπάζεις λόγ(ων)·
(καὶ) τ(ὴν) ἀρίστην τ(ῶν) τρόπ(ων) εὐρυθμί(αν)·
ἡ τοῦ βίου κάθαρσις ἀγγέλλει πλέον·
καθ’ ἣν ἅπαντας ἀσμενίζει τ(οὺς) φίλ(ους)·
λαλεῖν δὲ παντάπασιν ἐν παρρησία·
(καὶ) συμβιβάζεις ὡς θέμις τὰ πράγματ(α)·
κιρνῶν διαιρῶν τῆ καταλλήλ(ω) θέσει· ||
ζυγοστατῶν τε τῆ ῥοπῆ τῆ παγκάλ(ω)·
ἅπαν πρόσαντι κ(αὶ) λόγ(ου) κ(αὶ) πράγματος·
οὕτω μ(ὲν) οὖν σοι κ(αὶ) λαλ(ῶν) καὶ πρὸ(ς) βλέπω·
(καὶ) τοῖς λογισμοῖς ζωγραφῶ καθ’ ἡμέραν·
τὸν πρόξενόν μοι τ(ῶν) θεηγόρ(ων) λόγ(ων)·
ἐν οἷς τὸ κύρος τῶν ἀληθῶν δογμάτ(ων)·
ὡς ἐν λάλοις πίναξιν ἐστηλωμένον·
εἰς προὖπτον αὐτὴν ἐξελέγχει τ(ὴν) πλάνιν·
(καὶ) τ(ὴν) νέ(αν) συρρίζειν ὡς λαοπλάνον·
ἣν σφειδονὰ μὲν ἡ γραφὴ κατὰ κράτος·
λόγοι τε τοξεύουσ(ι) τ(ῶν) διδασκάλ(ων)·
βελ(ῶν) δίκην ῥίπτοντ(ες) ἄνθρακας λάλους·
ὡς πᾶσαν αὐτ(ῆς) τὴν νεόσπαρτ(ον) χλόην·
(καὶ) τὰς νεωστὶ λυσσοδήκτους τερθρίας·
εἰς χοῦν τετράφθαι (καὶ) σποδ(ὸν) τεθρασμ(έ)ν(ην)·
χριστοῦ δὲ τ(ὴν) σάρκωσιν ἡλιοῦ πλέον·
ἁπανταχοῦ γῆς κἀστραπ(ῆς) τάχους δίκ(ην)·
διαδραμεῖν τε καὶ διαυγάσαι φρένας·
τ(ῶν) ἐντραφέντ(ων) ὀρθοδοξίαις λόγοις·
οὓς οὐδὲν ἠμαύρωσ(εν) οὐ κεροῦ ζάλη·
οὐ πραγμάτ(ων) κύκησ(ις) οὐκ ὀφρὺς μέγα·
φυσᾶν δοκοῦσα καὶ κτυπᾶν ἠπειγμένη·
οὐκ ὄγκο(ς) ὕψους ἀρχικ(ῆς) ἐξουσίας·
οὐ πλοῦτος ἁδρὸ(ς) οὐ σοβοῦσα κομψότ(ης)·
ἀπῆν γὰρ αὐτ(ῶν) πᾶσα βλεψί(ας) σκότ(ος)·
φωτὸς καταστράπτοντ(ος) αὐτ(οὺς) ἀσκίου·
τὸν νοῦν τε συμφράττοντ(ος) ἐν παντευχία·
ὧν εἷς πέφηνας ἐκ βρέφους (καὶ) σπαργάν(ων)
τὸ φῶς ἔναυλ(ων) κ(αὶ) πρὸ τ(ῆς) ἥβης τρέφ(ων)·
(καὶ) πᾶν νόημα τ(ῆς) γραφ(ῆς) ἐπιξέων·
ἕως ἂν εὕρις χ(ριστὸ)ν ὡς εὑρεῖν θέμις·
ὡς φῶς ἐναστράπτοντα τῆ σῆ καρδία·
(καὶ) πυρσ(ὸν) αὐγάζοντα δογμάτ(ων) σέλας·
δι’ ὧν τὸν αὐτὸν σάρκα καὶ θ(εὸ)ν φύ(σιν)·
ἢ μᾶλλον ἄν(θρωπ)ον τὲ κ(αὶ) θ(εὸ)ν λέγειν·
ὁριστικῶς μ(ὲν) ἐκδιδάσκεις οἷς γράφεις·
πλὴν οὐ μεριστῶς οὐδὲ μ(ὴν) πεφυρμ(έ)ν(ως)·
τὸ μ(ὴν) γὰρ ἢ σύμφυρσ(ιν) ἢ τροπ(ῆς) ἴχνος·
οὐκ ἂν διδάξις ἀσφαλ(ὴς) ὢν ἐν λόγοις·
(καὶ) δογματίζειν ἀκριβῶς εἰθισμένος·
ὅτ(αν) αὖ διαιρ(εῖν) εἰς δυ(εῖν) ὑποστάσεις·
τὸν συντεθέντα χ(ριστό)ν· εἷς γὰρ οὐ δύο·
πατρὸς μὲν ὑιὸς (καὶ) βρέφος τ(ῆς) παρθένου·
τοῦ μ(ὲν), πρὸ αἰών(ων) τε καὶ μ(ητ)ρ(ὸ)ς δίχα·
τῆς δ’ αὐγ(ῶν) ἐπ’ ἐσχάτων τε κ(αὶ) σπορᾶς ἄνευ·
σπορ(ὰν) γὰρ ἔσχε τ(ὴν) χύσιν τοῦ πν(εύματο)ς·
ἢ συνδραμοῦσα τῶ λόγω σαρκουμ(έν)ω·
ἐπεσκίασ(εν) ἐνθέως τῆ παρθένω·
ἐντεῦθ(εν) ὥσπερ κυρί(ως) θεητόκος·
ὡς αὐτὸν γεννήσασα τὸν θ(εὸ)ν λόγον·
κηρύττεταί τε καὶ σεβάζεται μόνη·
ἐντεῦθεν αὐτῆς καὶ τὸν υἱὸν ὡς ἕνα·
χ(ριστὸ)ν γεραίρ(ειν) ἴσμ(εν) ἀλλ’ οὐχ ὡς δύο·
τὸ μὴν γὰρ ἔσχεν οὐδαμῶς τὴν εἰς δύο·
κἂν ἐκ δύο πέφην(εν) ὥσπερ ἐν δύο·
(καὶ) σὰρξ πεφην(ὼς) εἷς μετ᾽ αὐτῆς ἐκράθ(η)·
φυρμοῦ τε χωρ(ὶς) (καὶ) τροπ(ῆς) πάσ(ης) δίχα·
ὁ τ(ὴν) καθ᾽ ἡμᾶς οὐσιωθεὶς οὐσίαν· ||
οὔκουν μερίστος ὡς ἐκόμβουν οἱ πάλα(ι),
τέμνοντες αὐτοῦ τ(ὰς) συνημμ(έν)(ας) φύ(σ)(εις)·
δίχα τε τοῦτον συντεμ(εῖν) ἡρημένοι·
ἵν’ εἰς ψιλὸν ἄν(θρωπ)ον ἐλπίζ(ειν) μόνον·
(καὶ) γυμν(ὸν) εἶναι τὸν θ(εὸ)ν δοῖεν λόγον·
ὄλης διαμπὰξ τ(ῆς) καθ’ ἡμᾶς οὐσί(ας)·
ἀλλ’ οὐδὲ συντιθέντ(ας) εἰς μίαν φύσιν·
τὰς συνδραμούσας εἰς ὑπόστασιν μί(αν)·
τὸ προσλαβὸν τὲ καὶ τὸ πρὸ(ς) ληφθ(ὲν) λέγ(ω)·
φύσεις δὲ χ(ριστο)ῦ ταύτας προδήλ(ως) δύο·
τοὺς συγχυτὰς ἕλοιο συγχωρ(εῖν) ὄλως·
συμφύρσεως γάρ οὐ κενώσεως τρόπος·
ἡ σύνθεσις πέφηκαι ἡ κατουσί(αν)·
ὡς αὐτὸς οἶσθα κ(αὶ) διδάσκεις ἐμφρόν(ως)·
ἐντεῦθεν ὥσπερ ἐνθέω παρρησία·
χ(ριστο)ῦ νοεῖσθαι τὰς ἐνεργείας δύο·
(καὶ) τ(ὴν) ἐν αὐτῷ προσφυῶς νοουμένην·
διπλῆν θέλησιν δογματίζεις συνδέ(ων)·
ἀλλ’ οὐ διιστῶν ἢ μερίζων ἰδίως·
τούτων ἑκάστην πλὴν θεωρία μόνη·
καθ’ ἣν ὁ νοῦς πέφυκ(εν) ἰσχν(ῶς) προσβλέπ(ειν)·
διακρίνειν τε τοῖς ἀσυγκρίτοις νόμοις·
τὰς συμβαθείσας εἰς ἑνώσεως λόγ(ον)·
ἀλλ’ οὐ τραπείσας εἰς ἑἀυτὰς οὐσίας·
οὔτως νοῶμεν τὰς ἐνεργείας δύο·
τὰς ὡς ἑνός τε κἀξ ἑνὸς παρηγμ(έν)(ας)·
υἱοῦ τε χ(ριστο)ῦ καὶ προσώπ(ου) συνθέτου·
κατ’ ἄλλο κἄλω τ(ῆς) καταλλήλ(ω) φύσει·
ὡς ἐκ μιᾶς πηγῆς τε καὶ συναυλίας·
κοινῶς προιούσας τε καὶ συνημμέν(ας):~
Type(s) [6094] Ἐγὼ μὴ εἰσῄτησα βίβλου τὴν χάριν (128 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript MILAN - Biblioteca nazionale Braidense AF X. 47 [15th c.]
Place in Manuscript f. 193r-194r
Palaeographical information Written on two columns, to be read horizontally.
Contextual information Written at the end of an apologetic epistle of Iohannes the patriarch to Konstantinos the pope.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Bibliography
Number of verses 128
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23711
Last modified: 2020-09-04.