Type 6015
(formerly typ/4005)
Ὁ πρόλογος, ὦ δέσποτα, τῶν σοφῶν κεφαλαίων | |
ἃ συγγραφὴ τυγχάνουσα Μαξίμου τοῦ μεγάλου, | |
δι’ ὧν ἐκδιδασκόμεθα τὴν εἰς θεὸν ἀγάπην, | |
πρῶτον μὲν ἐκδιδάσκει σε δι’ ἣν αἰτίαν ταῦτα | |
εἰς τέσσαρας πεπόσωκεν ἑκατοντάδας πάντα. | |
Τῶν γὰρ τεσσάρων τοῦ Χριστοῦ θείων εὐαγγελίων | |
τὸν ἀριθμὸν τετίμηκε, καλῶς ποιῶν καὶ τοῦτο. | |
Τὸ σύμπαν γὰρ μυστήριον τὸ τῆς διδασκαλίας | |
τῶν πανιέρων καὶ σεπτῶν εὐαγγελίων, λέγω, | |
εἰς τὴν ἀγάπην καταντᾷ, τὴν μόνην σώζουσάν σε. | |
Ἀγάπης γὰρ οὐκ ἔξεστι δίχα τινὰ σωθῆναι, | |
ἐν ᾗ καὶ περιέχεται πρᾶξις ἔνθεος πᾶσα. | |
Δεύτερον δὲ διδάσκει σε πάλιν οὗτος ὁ λόγος | |
ὅτι τὸ θεῖον σύγγραμμα τούτων τῶν κεφαλαίων | |
ἀπὸ πολλῶν συνέλεξεν ἁγίων φιλοπόνων, | |
ἀρχαιοτέρων καὶ σοφῶν καὶ θεοφορουμένων, | |
ὧν τινας καταλέξω σοι τοῦ λόγου προϊόντος, | |
ὅταν καὶ τὰ κεφάλαια τὰ περὶ τῆς ἀγάπης | |
ταῦτα καθ’ὅσον δύναμαι καθ’ ἓν ἐπεξηγῶμαι. | |
Ἔπειτα παραγγέλλει σε μετὰ φιλοπονίας | |
ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν κεφαλαίων τούτων, | |
ὡς δι’ ὀλίγων λέξεων, νοῦν πολὺν κεκτημένων | |
ὠφέλιμον εἰς μάθησιν καὶ ψυχῆς σωτηρίαν, | |
εἰ μετὰ φόβου θείου τις ἀναγινώσκει ταῦτα. | |
Οὐκ εὔληπτα καὶ γάρ ἐστι ταῦτα τοῖς μὴ σπουδαίοις, | |
μηδὲ τὸ πνεῦμα συνεργὸν τὸ θεῖον κεκτημένοις. | |
Πρέπει δὲ τὴν ἀνάγνωσιν τῶν σοφῶν συγγραμμάτων, | |
ὡς οὗτος πάλιν ἔλεξεν ὁ Μάξιμος ὁ μέγας, | |
διὰ ψυχῆς ὠφέλειαν ποιεῖσθαι φιλοπόνως, | |
μὴ μέντοι, καθὼς βλέπομεν τοὺς πολλοὺς τῶν ἀνθρώπων, | |
φιλοδοξίας ἕνεκα καὶ φρυάγματος χάριν. | |
Ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἂν ὠφεληθείη | |
κἂν πάμπολλα συγγράμματα σοφῶν ἀναγινώσκῃ. | |
Τοσαῦτα μὲν ὁ πρόλογος τῶν κεφαλαίων λέγει. | |
Κεφάλαια δὲ λέγεται, διότι, δέσποτά μου, | |
ἀπηρτισμένην ἔννοιαν ἕκαστον ἀποσώζει, | |
ἅπερ ἐπιχειρήματα καλοῦσιν ἄλλοι πάλιν, | |
ἀφορισμοὺς δὲ λέγουσι τῶν ἰατρῶν οἱ παῖδες. | |
Ἐγὼ δὲ τὰ κεφάλαια λοιπὸν ἐκτίθημί σοι, | |
εἰς τίτλους δὲ τρισκαίδεκα πάντα πεπόσωκά σοι, | |
ἑκάστῳ τὰ προσόμοια καὶ συγγενῆ συνάξας | |
μετὰ τῆς ἐξηγήσεως ἑκάστου κεφαλαίου, | |
ὡς ἂν ἐντεῦθεν εὔληπτα καὶ προσηνῆ φανῇ σοι. |
Text source | S. Lampros, 1882, Κερκυραϊκὰ ἀνέκδοτα ἐκ χειρογράφων Ἁγίου Ὄρους, Κανταβριγίας, Μονάχου καὶ Κερκύρας, Athens: 27-28 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | Maximos the Confessor (580 - 13/08/662) - PBE: 5416 - PMBZ: 16096: "Personenkennziffer: 4921/add." |
Tag(s) | |
Bibliography | |
Number of verses | 43 |
Occurrence(s) |
[23501] Ὁ πρόλογος, ὦ δέσποτα, τῶν σοφῶν κεφαλαίων
[13th-14th c.]
ATHOS - Mone Dionysiou 271 [13th-14th c.] (f. 1r-2r) (43 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 541: "Nicolaus ep. Corcyrae, Praefatio in commentarium capitum Maximi Conf. de caritate" |
Permalink | https://www.dbbe.ugent.be/types/6015 |
Last modified: 2023-09-12.