Occurrence 23501
(formerly occ/7430)

Ὁ πρόλογος, ὦ δέσποτα, τῶν σοφῶν κεφαλαίων
ἃ συγγραφὴ τυγχάνουσα Μαξίμου τοῦ μεγάλου,
δι’ ὧν ἐκδιδασκόμεθα τὴν εἰς θεὸν ἀγάπην,
πρῶτον μὲν ἐκδιδάσκει σε δι’ ἣν αἰτίαν ταῦτα
εἰς τέσσαρας πεπόσωκεν ἑκατοντάδας πάντα.
Τῶν γὰρ τεσσάρων τοῦ Χριστοῦ θείων εὐαγγελίων
τὸν ἀριθμὸν τετίμηκε, καλῶς ποιῶν καὶ τοῦτο.
Τὸ σύμπαν γὰρ μυστήριον τὸ τῆς διδασκαλίας
τῶν πανιέρων καὶ σεπτῶν εὐαγγελίων, λέγω,
εἰς τὴν ἀγάπην καταντᾷ, τὴν μόνην σώζουσάν σε.
Ἀγάπης γὰρ οὐκ ἔξεστι δίχα τινὰ σωθῆναι,
ἐν ᾗ καὶ περιέχεται πρᾶξις ἔνθεος πᾶσα.
Δεύτερον δὲ διδάσκει σε πάλιν οὗτος ὁ λόγος
ὅτι τὸ θεῖον σύγγραμμα τούτων τῶν κεφαλαίων
ἀπὸ πολλῶν συνέλεξεν || ἁγίων φιλοπόνων,
ἀρχαιοτέρων καὶ σοφῶν καὶ θεοφορουμένων,
ὧν τινας καταλέξω σοι τοῦ λόγου προϊόντος,
ὅταν καὶ τὰ κεφάλαια τὰ περὶ τῆς ἀγάπης
ταῦτα καθ’ὅσον δύναμαι καθ’ ἓν ἐπεξηγῶμαι.
Ἔπειτα παραγγέλλει σε μετὰ φιλοπονίας
ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν κεφαλαίων τούτων,
ὡς δι’ ὀλίγων λέξεων, νοῦν πολὺν κεκτημένων
ὠφέλιμον εἰς μάθησιν καὶ ψυχῆς σωτηρίαν,
εἰ μετὰ φόβου θείου τις ἀναγινώσκει ταῦτα.
Οὐκ εὔληπτα καὶ γάρ ἐστι ταῦτα τοῖς μὴ σπουδαίοις,
μηδὲ τὸ πνεῦμα συνεργὸν τὸ θεῖον κεκτημένοις.
Πρέπει δὲ τὴν ἀνάγνωσιν τῶν σοφῶν συγγραμμάτων,
ὡς οὗτος πάλιν ἔλεξεν ὁ Μάξιμος ὁ μέγας,
διὰ ψυχῆς ὠφέλειαν ποιεῖσθαι φιλοπόνως,
μὴ μέντοι, καθὼς βλέπομεν τοὺς πολλοὺς τῶν ἀνθρώπων,
φιλοδοξίας ἕνεκα καὶ φρυάγματος χάριν. ||
Ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἂν ὠφεληθείη
κἂν πάμπολλα συγγράμματα σοφῶν ἀναγινώσκῃ.
Τοσαῦτα μὲν ὁ πρόλογος τῶν κεφαλαίων λέγει.
Κεφάλαια δὲ λέγεται, διότι, δέσποτά μου,
ἀπηρτισμένην ἔννοιαν ἕκαστον ἀποσώζει,
ἅπερ ἐπιχειρήματα καλοῦσιν ἄλλοι πάλιν,
ἀφορισμοὺς δὲ λέγουσι τῶν ἰατρῶν οἱ παῖδες.
Ἐγὼ δὲ τὰ κεφάλαια λοιπὸν ἐκτίθημί σοι,
εἰς τίτλους δὲ τρισκαίδεκα πάντα πεπόσωκά σοι,
ἑκάστῳ τὰ προσόμοια καὶ συγγενῆ συνάξας
μετὰ τῆς ἐξηγήσεως ἑκάστου κεφαλαίου,
ὡς ἂν ἐντεῦθεν εὔληπτα καὶ προσηνῆ φανῇ σοι.
Type(s) [6015] Ὁ πρόλογος, ὦ δέσποτα, τῶν σοφῶν κεφαλαίων (43 verses)
Text source S. Lampros, 1882, Κερκυραϊκὰ ἀνέκδοτα ἐκ χειρογράφων Ἁγίου Ὄρους, Κανταβριγίας, Μονάχου καὶ Κερκύρας, Athens: 27-28
Text status Text completely known
Date 13th-14th c.
Manuscript ATHOS - Mone Dionysiou 271 [13th-14th c.]
Place in Manuscript f. 1r-2r
Palaeographical information The text is written in prose form with no distinction of verses.
Metre(s) Decapentasyllable
Genre(s) Text-related epigram
Subject(s) Maximos the Confessor (580 - 13/08/662)
Bibliography
Number of verses 43
Acknowledgements
Creator(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/23501
Last modified: 2019-06-05.