Type 5884
(formerly typ/3904)

Ἔσπευσαν ἄλλοι χρυσὸν εὑρεῖν ἐν βίῳ·
ἄλλοι δὲ γῆν σπεύδουσιν ἢ καὶ μαργάρους
καὶ πάντα πλοῦτον προσλαβεῖν ἀπληστίᾳ,
ὁ δεσπότης δὲ τοῦ παρόντος βιβλίου
Νικόδημος, οἴκτιστος ἐν μονοτρόποις,
οὐ μαργαρίτας, οὐ λίθον, οὐ χρυσίον,
τὴν καλλονήν τε τῶν θεοσόφων λόγων
εὐαγγελιστῶν τετρακτὺν θεῖον δρόμον
Πράξεις ζωηρὰς ἐπιστολὰς δὲ Παύλου
σοφῶς ἀνευρὼν ἐξ ἔρωτος ἐνθέου
πάντα συνῆξε καὶ συνήρμοσε τάχος
πλοῦτον ἀδαπάνητον, ὃς μένει μόνος
δέδεικται δ’ αὐτῷ χαρμονὴ τέλος τούτων
λιμὴν καθάπερ τοῖς πλέουσιν ἐν πόντῳ
καὶ σωφρονεῖν θέλουσιν ἥσυχον βίον.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Bibliography
Number of verses 15
Occurrence(s) [24980] Ἔσπευσαν ἄλλοι χρυσ(ὸν) εὑρεῖν ἐν βίω
ATHOS - Mone Megistes Lauras Ω 16 (Eustratiades 1826) (f. 267r)
(15 verses)
Related type(s) [1955] Ἔσπευσαν ἄλλοι χρυσὸν εὑρεῖν ἐν βίῳ (12 verses) (Variant (other wordings))
Acknowledgements
Permalink https://www.dbbe.ugent.be/types/5884
Last modified: 2019-06-19.