Type 5777
(formerly typ/3794)
| Λειμὼν θεαυγὴς τερπνοσυνθέτων ὕμνων | |
| θείων χαριτότευκτος ἠγλαϊσμένος· | |
| ῥοδονίαι πάντερπνοι τῶν μονοτρόπων | |
| φέριστα φωτόμορφα χρυσανθῆ κρίνα | |
| ταμείων κειμήλια τῶν οὐρανίων | |
| ἐσθλῶν ἀφάτων προσφυὰ τῶν ἀγγέλων | |
| βλύζουσι γλεῦκος θείας ὄντως ἀγάπης | |
| γλυκασμὸς ἀκόρεστος εἰσὶ γὰρ ὅλως | |
| χαρὰ δ' ἀνεκλάλητος ἐμφορουμένων, | |
| φαιδροὶ ψυχῶν θάλαμοι τῶν φιλοθέων, | |
| παστάδες οὐράνιοι τῶν ἀπλουστέρων | |
| τῶν τῆς νοητὴς συμπλοκῆς ἀριστέων, | |
| τῶν κατὰ παθῶν ἠδονῶν ὡπλισμένων, | |
| μάννα νοητόν, Ἰσραὴλ τροφὴ νέου, | |
| νέκταρ, γέρας, καύχημα θεῶμαι κυρίου, | |
| πυλῶν ἀνοικτήρια Σιὼν τῆς ἄνω, | |
| πυρίπνοοι πύρινοι θυσίαι στύλοι | |
| μέγα ἱλαστήριον τῆς ὑφ' ἡλίῳ, | |
| νεῦρα προσευχῆς, ἀκροθίνιον κράτος, | |
| ὄλβος κορωνίς, ἀστραπήμορφον κλέος, | |
| νῆψις ἀσκητῶν, τέρψις ἐξῃρημένη, | |
| ξίφη κατ' ἐχθρῶν, ἀντιλήπτορες, σκέπη, | |
| φίμωτρα δ' αἰσχρῶν ἐνθυμήσεων τέως | |
| ποταμοὶ χρυσόρειθροι τῆς ἀγιστίας | |
| ῥύπτοντες ἐγκλήματα τῶν ἐρωμένων, | |
| σάλπιγγες ἠχῆς μυστικῆς θεηγόροι, | |
| ἔρωτι πῦρ πνέοντες ὕψιστον πόθον, | |
| φωστῆρες αἰγλήεντες οὐρανοδρόμοι, | |
| ἔλλαμψιν ἀνθέλκοντες τῆς θεαρχίας | |
| χάριτας βραβεύουσαν ἀρρητοτρόπως, | |
| αἴρουσι τὸν νοῦν δόξαν ἠμφιεσμένον | |
| πρὸς τὸν τρίφωτον καὶ μόνον βασιλέα, | |
| εἴπερ καλῶς βιῶμεν, εἰ παθῶν ἄνευ, | |
| Χριστοῦ φίλη τράπεζα πνεύματος πλέα, | |
| εἰς ἥν παρειστήκεισαν ἀγγέλων στῖφος | |
| πολλάκις ἐστὶ καθορᾶν καὶ μάρτυρας | |
| ἀρχιεράρχας ἠδ' ὁσίους δ' ἄλλοτε, | |
| λίθοι φεραυγεῖς, εὐκλεεῖς μαργαρίται | |
| τῶν ᾀσμάτων δόξα τε καὶ ὡραιότης, | |
| τῶν ἀγγέλων ἡ χάρις, τῶν δ' ἀλαστόρων | |
| πυρκαϊὰ τύφουσα, τῶν δ' αὖ ἀζύγων | |
| πολυκλεεῖς στέφανοι, ῥεῖθρα καρδίας, | |
| πῶς ἄν τις μάθοι πεῖραν ἡδονῆς λόγῳ, | |
| κἂν πλείονα φράσαι μοι τῶν εἰρημένων, | |
| εἰ μήποτ' οἶδε γλωσσοθίξει μέλιτος· | |
| οἱ γοῦν σαφῶς μέλποντες εὐφρόνως πόθῳ | |
| τούτους, ἀεὶ τελοῦσιν ἑορτὴν ξένην, | |
| εἴη χορηγῶν εἰς ἀεὶ σοι τὴν χάριν | |
| οἴκτους ὁ Χριστὸς Θηκαρ' οὖν ὑμνογράφε, | |
| ὁ καὶ χάριν σοι παρέχων ἐν τοῖς ὕμνοις. |
Last modified: 2021-09-03.
