Occurrence 25095
(formerly occ/9108)
Διονυσιου μοναχοῦ πεντηκοντὰς ἰάμβων:· | |
Λειμὸν θεαυγὴς τερπνοσύνθετον ὕμνον:· | |
Θείον χαρι|τότευλτος· ἡγλαισμένος· | |
Ῥοδονιαὶ πάντερ|πνοι τὸν μονοτρόπον: | |
Φέρεις τὰ φωτόμορφα | χρυσάνθη κρίνα: || | |
Ταμεία κειμήλια τῶν οὐρανίων | |
Ἐσθλῶν ἀφάτων πρὸς | φυᾶ τὸν ἀγγέλων:· | |
Βλύζουσι γλεῦκος θείας ὄντος | ἀγάπης:· | |
Γλυκασμὸς ἀκόρεστος εἰσὶ γὰρ ὅλος. | | |
Χαρὰ δ' ἀνεκλάλητος, ὑμφορουμένον. | |
Φαιδροὶ βρο|τὸν θάλαμοι τ(ὸν) ποθησάντ(ων), | |
Παστάδαις οὐ(ρά)νιοι τῶν ἀ|πλουστέρων: | |
Τῶν τῆς νοητὴς συμπλοκῆς ἀριστέων. | | |
τῶν κατὰ παθῶν ἠδονῶν ὡπλισμένων | |
Μάννα νοητ(όν) | ἰ(σρα)ὴλ τροφὴ νέου· | |
Νέκταρ γέρας καύχημα θ(ε)ῶκοι κ(υρίο)υ:· | | |
Πυλῶν ἀνοικτήρια σιὼν τῆς ἄνω· | |
Πυρήπνοοι πύρι|νοι θυσίαι στύλοι· | |
Μέγα ἱλαστήριον τῆς ὑφ' ἡλίω:· | | |
Νεῦρα προσευχῆς ἀκροθόνιον κράτος, | |
Ὄλβος κορω|νὶς ἀστραπήμορφον κλέος· | |
Νῆψις ἀσκητῶν τέρ|ψις ἐξηρημένη· | |
Ξίφει κατ' ἐχθρῶν ἀντιλήπτω|ραις σκέπη· | |
Φήμωτρα δ' αἰσχρῶν ἐνθυμήσε(ων) | τέως: | |
Ποταμοὶ χρυσόρειθροι· τῆς ἀγιστίας:· | | |
Ῥύπτωνταις ἐγκλήματα τῶν ἐρωμένον: | |
Σάλπιγγες | ἠχῆς· μυστικῆς θεηγόροι: | |
Ἔρωτι πῦρ πνέοντ(αις) | ὕψιστον πόθον, | |
Φωστῆρες αἰγλήενταις οὐ(ρα)νο|δρόμοι: | |
Ἔλλαμψιν ἀνθέλκοντ(αις) τῆς θεαρχί(ας): | | |
Χάριτας βραβεύουσαν ἀρρητοτρόπος:· | | |
Αἴρουσι τὸν νοῦν δόξαν ἠμφιεσμένον:· | | |
Πρὸς τὸν τρίφωτον καὶ μόνον βασιλέα:· | | |
Εἴπερ καλῶς βιῶμεν εἰ παθῶν ἄνευ | | |
Χ(ριστο)ῦ φίλη | τράπεζα πν(εύματο)ς πλέα· | |
Εἰς ἣν παρειστήκεισαν ἀ|γγέλων στῖφος· | |
Πολλάκης ἐστὶν. καθορᾶν (καὶ) μά(...) || | |
Ἀρχιερέας ἠ ὁσίους δ' ἄλοτε: | |
Λίθοι φεραυγεῖς εὐ|κλεεῖς μαργαρίτας: | |
Τῶν ἀσμάτων δόξα τε (καὶ) | ὡρεώτης:· | |
Τῶν ἀγγέλων ἡ χάρις τῶν δ' ἀλλαστόρ(ων): | |
Πυρκαϊὰ· τύφουσα τῶν δ' αὖ ἀζύγων: | |
Πολυκλε|εῖς στέφανος ῥεῖθρα καρδίας:· | |
Πῶς ἄν τις μά|θοι πεῖραν ἡδονῆς λόγω:· | |
Κἂν πλείωνα φράσαι | μοι τῶν εἰρημένων:· | |
Εἰ μήποτ' εἶδε γλωσσοθί|ξει μέλιτος· | |
Οἱ γοῦν σαφὼς μέλπονταις ἐμφρό|νος πόθω: | |
Τούτους ἀεὶ τελοῦσιν ἑορτὴν ξένην:· | | |
Εἴη χορηγῶν εἰσάει σοι τῶν, χάριν. | |
Οἴκτους ὁ χ(ριστὸ)ς | θηκαροῦν ὑμνογράφε: | |
Ὁ καὶ χάριτας παρέ|χων ἐν τοῖς ὕμνοις:· |
Last modified: 2020-07-24.