Type 5770
(formerly typ/3789)
Πίναξ ὅδ᾽ ἐστὶ τῆς παρούσης πυκτίδος, | |
ἣ γῆθεν ὑψοῖ τοὺς μοναστὰς εἰς πόλον, | |
καὶ τοὺς μιγάδας εἰς Ἐδὲμ φέρει τόπους, | |
ἄνπερ τρέχειν θέλωσι τῆσδε κατόπιν, | |
κἂν καὶ τραχεῖα κἂν ἀνάντης τὴν φύσιν | |
πᾶσιν ὁμοῦ πέφηνε ταύτης ἡ τρίβος. | |
Κλῖμαξ γὰρ ἐστὶν ἀπὸ γῆς διηρμένη | |
ἄχρι φαεινῶν οὐρανοῦ σφαιρωμάτων, | |
ἢ καὶ πλέον φθάνουσα τῶν μεταρσίων. | |
Σπουδῆς τὸ λοιπὸν καὶ πολλῶν χρεία πόνων | |
τοῖς ἀπὸ γῆς τρέχουσιν εἰς ὕψος τόσον. | |
Μακαριστοὶ γοῦν οἱ δραμόντες εἰς τέλος, | |
πρὸς τὰ στέφη βλέποντες, οὐ πρὸς τοὺς πόνους· | |
οἱ δ᾽αὖ κάτω μείναντες ἐξ ἀβουλίας, | |
καὶ μᾶλλον οἵπερ ἐκφυγόντες τὸν βίον, | |
εἶτ᾽ἐμπαθῶς στρέψαντες αὑτοὺς εἰς βίον | |
καὶ τὰς γεηρὰς φροντίδας ψυχοφθόρους, | |
ὡς εἴθε λοιπὸν μὴ παρῆλθον εἰς φάος. | |
Ὁ πρῶτος εὐθὺς πυκτίδος ταύτης λόγος | |
τὴν ἀποταγὴν τοῦ βίου μὲν εἰσφέρει. | |
Ὁ δεύτερος δὲ τῶν προσύλων πραγμάτων | |
πᾶσαν ἀπροσπάθειαν ἡμῖν ἐγγράφει. | |
Ὁ τρίτος αὖθις τὴν ξενιτείαν ἔχει | |
καὶ τῶν ὀνείρων τῶν κενῶν τὴν ἀπάτην. | |
Ὑπακοὴν δὲ τὴν μεμακαρισμένην | |
τέταρτος ὑπέγραψεν εὐθέτως λόγος. | |
Τρίβους μετανοίας δε τὰς ἐσκεμμένας | |
ὁ πέμπτος ἅμα ζωγραφεῖ τὰς πανσόφους, | |
καὶ τὴν φυλακὴν τῶν ἁγνῶν καταδίκων. | |
Μνήμην καθυπέγραψεν ἕκτος θανάτου. | |
Πένθος τὸ τερψίθυμον ἕβδομος φέρει. | |
Θυμοῦ μακρυσμὸν καὶ πραΰτητος τρόπον | |
διπλοῦς ἔχει τέταρτος ἐγγεγραμμένον. | |
Μνησικακίαν τὴν κακὴν ψυχοκτόνον | |
ἔνατος ὑπέγραψεν ἐντέχνως λόγος. | |
Δέκατος ὑπέδειξεν ἄτοπον νόσον, | |
καταλαλιᾶς τοὺς κακοτρόπους τρόπους. | |
Καθ᾽εἱρμὸν ἑνδέκατος ἀθυροστόμους | |
καὶ τῆς σιωπῆς ζωγραφεῖ τὴν ἀξίαν. | |
Ψεῦδος παριστᾷ δωδεκάποσος λόγος. | |
Τρισκαιδέκατος τὴν ἀκηδίαν ἔχει. | |
Δεινὴν χαλινοῖ καὶ πονηρὰν γαστέρα | |
ποσὸν δεκάτου καὶ τετάρτου τοῖς λόγοις. | |
Ὁ πεντεκαιδέκατος ἁγνείαν φέρει | |
καὶ σωφροσύνης καθαρᾶς θείας τρίβους. | |
Ἑξκαιδεκάτους τὰς φιλαργύρους φρένας, | |
πατρὸς τὸ σεπτὸν ἐξεφαύλισε στόμα. | |
Δέκατος ἀνέγραψεν ἐνταῦθα λόγος | |
μεθ᾽ἑβδόμου νῦν συνταγεὶς ἀκτησίαν | |
καὶ τῶν φιλαργύρων τε τὴν ἀπληστίαν. | |
Ὀκτωδέκατος τὰς ἀναισθήτους ἔχει | |
ψυχὰς ταλαίνας καὶ νεκρὰς πρὸ θανάτου. | |
Μακρὸν δεκατένατος ὕπνον ἐκτρέπει, | |
καὶ τῆς προσευχῆς ζωγραφεῖ τὴν ἀξίαν, | |
καὶ τὰς συνάξεις, εἰς Θεὸν ψαλμῳδίας. | |
Εἰκοστὸς ὡρίσατο τὴν ἀγρυπνίαν | |
τὴν σωματικὴν καὶ τὸ πῶς ἔχειν δέον. | |
Ἄνανδρον ἡμῶν στηλιτεύει δειλίαν | |
εἰκοστόπρωτος εὐφυῶς τεθειμένος. | |
Εἰκοστὸς εὐθὺς εἰσφέρει σὺν δευτέρῳ, | |
δόξης κενῆς νόσημα τῆς πατουμένης. | |
Εἰκοστότριτος ὑπεροψίαν γράφει, | |
μεθ᾽ἧς λογισμῶν μυσαρῶν βλασφημίας. | |
Ἁπλῆν ψυχὴν ἔδειξε καὶ πρᾶον τρόπον, | |
ἦθος πονηρὸν ἀκάκους τε καρδίας | |
εἰκοστὸς ἅμα σὺν τετάρτῳ σοι λόγος. | |
Παθῶν φθορὰν ἔγραψεν ἐντέχνως ἄγαν | |
εἰκοστόπεμπτος καὶ ταπεινὰς καρδίας. | |
Εἰκοστὸς ἕκτος τῶν λογισμῶν τὰς κρίσεις, | |
μεθ᾽ὧν καθιστόρησεν ἀρετῶν φύσεις | |
καὶ τὰς κινήσεις ἐμπαθῶν νοημάτων. | |
Εἰκοστὸς ὑπέφηνεν ἕβδομος λόγος | |
ψυχῆς τε καὶ σώματος ἥρεμον βίον. | |
Τῶν ἀρετῶν δὲ τῶν πασῶν τὴν μητέρα, | |
ἁγνὴν προσευχὴν καὶ μεμακαρισμένην, | |
καὶ τὴν νοητὴν ἠκριβωμένην θέαν | |
καὶ τὴν ὁρατὴν τῶν πραγμάτων ἰδέαν, | |
εἰκοστὸς ἱστόρησεν ὄγδοος λόγος. | |
Χθονὸς πόλον μέγιστον ἠστερισμένον, | |
λήθης παθῶν ὕψωσιν ἐντελεστάτην | |
ἀνάστασίν τε τῆς ψυχῆς τῶν ἐνθάδε, | |
ἔνατος ὑπέγραψεν εἰκοστὸς λόγος. | |
Τὴν συνοχὴν δὲ τῆς ἀρίστης τριάδος, | |
πίστεως ἐλπίδος τε καὶ τῆς ἀγάπης, | |
τὴν ὑστέραν μὲν ἐκτεθεῖσαν ἐνθάδε, | |
πρώτην δὲ τυγχάνουσαν ὡς ὑπερτάτην, | |
ὁ τριακοστὸς ἀναδιδάσκει λόγος. | |
Θείας κλίμακος αἱ παροῦσαι βαθμίδες, | |
δι᾽ὧν ἀνατρέχουσιν εἰς ὕψος πόλου, | |
δι᾽ὧν ἐπιβαίνουσιν εἰς Ἐδὲμ τόπους | |
ὅσοι δεδιψήκασιν αὐτὴν εἰς τέλος | |
καὶ τὴν καλὴν ἤνυσαν εὐτόνως τρίβον. |
Title(s) | βίβλος θείας κλίμακος |
Text source | T. Antonopoulou 2014, Ανέκδοτοι στίχοι για την Κλίμακα του Ιωάννη του Σιναΐτη, in T. Kolias, K. Pitsakis , C. Synelli (eds.), Aureus, Τόμος Αφιερωμένος στον Καθηγητή Ευάγγελο Κ. Χρυσό, Athens, 19-25: 23-25 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791" |
Tag(s) | |
Critical Notes | Antonopoulou (2014: 25) 1 titulum βίβλος θείας κλίμακος praem. cod. manu posterioris ὅδ᾽ἐστὶ sic accent. cod. 7 γὰρ ἐστὶν sic accent. cod. metri gratia 10 τολοιπὸν … χρεῖα cod. 25 μεμακαρυσμένην cod. 27 δε sine accentu cod. metri gratia 38 ἐνδέκατος cod. 49 μεθ᾽ἑβδόμου] scripsi, μετ᾽ἐβδόμου cod.; cf. v. 31 ἕβδομος 69 sc. ἔγραψεν 72 ἔβδομος cod.; cf. supra, v. 49 75 μεμακαρυσμένην cod. |
Bibliography | |
Number of verses | 92 |
Occurrence(s) |
[23130] Πίναξ ὅδ᾽ἐστὶ τῆς παρούσης πυκτίδος,
[14th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 87 [14th c.] (f. 1r-1v) (92 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/5770 |
Last modified: 2021-09-28.