Occurrence 23130
(formerly occ/7023)

βίβλος θείας κλίμακος
 
Πίναξ ὅδ᾽ἐστὶ τῆς παρούσης πυκτίδος,
ἣ γῆθεν ὑψοῖ τοὺς μοναστὰς εἰς πόλον,
καὶ τοὺς μιγάδας εἰς Ἐδὲμ φέρει τόπους,
ἄνπερ τρέχειν θέλωσι τῆσδε κατόπιν,
κἂν καὶ τραχεῖα κἂν ἀνάντης τὴν φύσιν
πᾶσιν ὁμοῦ πέφηνε ταύτης ἡ τρίβος.
Κλῖμαξ γὰρ ἐστὶν ἀπὸ γῆς διηρμένη
ἄχρι φαεινῶν οὐρανοῦ σφαιρωμάτων,
ἢ καὶ πλέον φθάνουσα τῶν μεταρσίων.
Σπουδῆς τὸλοιπὸν καὶ πολλῶν χρεῖα πόνων
τοῖς ἀπὸ γῆς τρέχουσιν εἰς ὕψος τόσον.
Μακαριστοὶ γοῦν οἱ δραμόντες εἰς τέλος,
πρὸς τὰ στέφη βλέποντες, οὐ πρὸς τοὺς πόνους·
οἱ δ᾽αὖ κάτω μείναντες ἐξ ἀβουλίας,
καὶ μᾶλλον οἵπερ ἐκφυγόντες τὸν βίον,
εἶτ᾽ἐμπαθῶς στρέψαντες αὑτοὺς εἰς βίον
καὶ τὰς γεηρὰς φροντίδας ψυχοφθόρους,
ὡς εἴθε λοιπὸν μὴ παρῆλθον εἰς φάος.
Ὁ πρῶτος εὐθὺς πυκτίδος ταύτης λόγος
τὴν ἀποταγὴν τοῦ βίου μὲν εἰσφέρει.
Ὁ δεύτερος δὲ τῶν προσύλων πραγμάτων
πᾶσαν ἀπροσπάθειαν ἡμῖν ἐγγράφει.
Ὁ τρίτος αὖθις τὴν ξενιτείαν ἔχει
καὶ τῶν ὀνείρων τῶν κενῶν τὴν ἀπάτην.
Ὑπακοὴν δὲ τὴν μεμακαρυσμένην
τέταρτος ὑπέγραψεν εὐθέτως λόγος.
Τρίβους μετανοίας δε τὰς ἐσκεμμένας
ὁ πέμπτος ἅμα ζωγραφεῖ τὰς πανσόφους,
καὶ τὴν φυλακὴν τῶν ἁγνῶν καταδίκων.
Μνήμην καθυπέγραψεν ἕκτος θανάτου.
Πένθος τὸ τερψίθυμον ἔβδομος φέρει.
Θυμοῦ μακρυσμὸν καὶ πραΰτητος τρόπον
διπλοῦς ἔχει τέταρτος ἐγγεγραμμένον.
Μνησικακίαν τὴν κακὴν ψυχοκτόνον
ἔνατος ὑπέγραψεν ἐντέχνως λόγος.
Δέκατος ὑπέδειξεν ἄτοπον νόσον,
καταλαλιᾶς τοὺς κακοτρόπους τρόπους.
Καθ᾽εἱρμὸν ἑνδέκατος ἀθυροστόμους
καὶ τῆς σιωπῆς ζωγραφεῖ τὴν ἀξίαν.
Ψεῦδος παριστᾷ δωδεκάποσος λόγος.
Τρισκαιδέκατος τὴν ἀκηδίαν ἔχει.
Δεινὴν χαλινοῖ καὶ πονηρὰν γαστέρα
ποσὸν δεκάτου καὶ τετάρτου τοῖς λόγοις.
Ὁ πεντεκαιδέκατος ἁγνείαν φέρει
καὶ σωφροσύνης καθαρᾶς θείας τρίβους.
Ἑξκαιδεκάτους τὰς φιλαργύρους φρένας,
πατρὸς τὸ σεπτὸν ἐξεφαύλισε στόμα.
Δέκατος ἀνέγραψεν ἐνταῦθα λόγος
μετ᾽ἐβδόμου νῦν συνταγεὶς ἀκτησίαν
καὶ τῶν φιλαργύρων τε τὴν ἀπληστίαν.
Ὀκτωδέκατος τὰς ἀναισθήτους ἔχει
ψυχὰς ταλαίνας καὶ νεκρὰς πρὸ θανάτου.
Μακρὸν δεκατένατος ὕπνον ἐκτρέπει,
καὶ τῆς προσευχῆς ζωγραφεῖ τὴν ἀξίαν,
καὶ τὰς συνάξεις, εἰς Θεὸν ψαλμῳδίας.
Εἰκοστὸς ὡρίσατο τὴν ἀγρυπνίαν
τὴν σωματικὴν καὶ τὸ πῶς ἔχειν δέον.
Ἄνανδρον ἡμῶν στηλιτεύει δειλίαν
εἰκοστόπρωτος εὐφυῶς τεθειμένος.
Εἰκοστὸς εὐθὺς εἰσφέρει σὺν δευτέρῳ,
δόξης κενῆς νόσημα τῆς πατουμένης.
Εἰκοστότριτος ὑπεροψίαν γράφει,
μεθ᾽ἧς λογισμῶν μυσαρῶν βλασφημίας.
Ἁπλῆν ψυχὴν ἔδειξε καὶ πρᾶον τρόπον,
ἦθος πονηρὸν ἀκάκους τε καρδίας
εἰκοστὸς ἅμα σὺν τετάρτῳ σοι λόγος.
Παθῶν φθορὰν ἔγραψεν ἐντέχνως ἄγαν
εἰκοστόπεμπτος καὶ ταπεινὰς καρδίας.
Εἰκοστὸς ἕκτος τῶν λογισμῶν τὰς κρίσεις,
μεθ᾽ὧν καθιστόρησεν ἀρετῶν φύσεις
καὶ τὰς κινήσεις ἐμπαθῶν νοημάτων.
Εἰκοστὸς ὑπέφηνεν ἕβδομος λόγος
ψυχῆς τε καὶ σώματος ἥρεμον βίον.
Τῶν ἀρετῶν δὲ τῶν πασῶν τὴν μητέρα,
ἁγνὴν προσευχὴν καὶ μεμακαρυσμένην,
καὶ τὴν νοητὴν ἠκριβωμένην θέαν
καὶ τὴν ὁρατὴν τῶν πραγμάτων ἰδέαν,
εἰκοστὸς ἱστόρησεν ὄγδοος λόγος.
Χθονὸς πόλον μέγιστον ἠστερισμένον,
λήθης παθῶν ὕψωσιν ἐντελεστάτην
ἀνάστασίν τε τῆς ψυχῆς τῶν ἐνθάδε,
ἔνατος ὑπέγραψεν εἰκοστὸς λόγος.
Τὴν συνοχὴν δὲ τῆς ἀρίστης τριάδος,
πίστεως ἐλπίδος τε καὶ τῆς ἀγάπης,
τὴν ὑστέραν μὲν ἐκτεθεῖσαν ἐνθάδε,
πρώτην δὲ τυγχάνουσαν ὡς ὑπερτάτην,
ὁ τριακοστὸς ἀναδιδάσκει λόγος.
Θείας κλίμακος αἱ παροῦσαι βαθμίδες,
δι᾽ὧν ἀνατρέχουσιν εἰς ὕψος πόλου,
δι᾽ὧν ἐπιβαίνουσιν εἰς Ἐδὲμ τόπους
ὅσοι δεδιψήκασιν αὐτὴν εἰς τέλος
καὶ τὴν καλὴν ἤνυσαν εὐτόνως τρίβον.
Type(s) [5770] Πίναξ ὅδ᾽ ἐστὶ τῆς παρούσης πυκτίδος (92 verses)
Text source T. Antonopoulou 2014, Ανέκδοτοι στίχοι για την Κλίμακα του Ιωάννη του Σιναΐτη, in T. Kolias, K. Pitsakis , C. Synelli (eds.), Aureus, Τόμος Αφιερωμένος στον Καθηγητή Ευάγγελο Κ. Χρυσό, Athens, 19-25: 23-25
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 87 [14th c.]
Place in Manuscript f. 1r-1v
Palaeographical information Devreesse (1945: 77) singles out two contemporaneous scribes for the MS: cf. ff. 48v and 49r. Antonopoulou (2014: 19) distinguishes another scribe who also wrote ff. 2r-4r. Our epigram was written by the third one.

The title was added by a later hand.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Comment The epigram is a metrical table of contents.
Image source(s)
Bibliography
Number of verses 92
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23130
Last modified: 2020-08-18.