Type 5552
(formerly typ/3608)
| Ἀνὴρ εὐδαίμων κὄλβιος, ὅστις τὴν βίβλον ταύτην, | |
| ἐκ δαπάνης ἐκτήσατο, παρὰ τοῦ γεγραφότος | |
| ἣν ἄλλην οὐχ εὑρήσει τίς, οἴομαι ταύτης ἴσην. | |
| Ἔχουσαν ταῦτα θησαυρόν, ἀσύλληπτον δαπάνην· | |
| ἀρχῇ τὸ ὡρολόγιον, ἀνελλιπὲς τυγχάνον, | |
| πρώτην καὶ τρίτην ὥραν τε, ἕκτην καὶ τὴν ἐνάτην | |
| καὶ σὺν αὐταῖς μεσώρια, εὐτάκτως τεταγμένα | |
| πρὸ δὲ τὸ μεσονυκτικόν, καὶ κυριακοσαββάτον | |
| ἑσπερινὸν ἀπόδειπνον, μικρὸν σὺν τῷ μεγάλῳ | |
| ἀυτὸ τὸ μηνολόγιον· τροπαροκοντακίων | |
| σὺν τροπαρίοις ἱκανοῖς, ἐν τέλει τῷ τοῦ ὄρθρου | |
| ὥ μετὰ τὸν ἑξάψαλμον, κεἰς τέλος ἑσπερίου· | |
| καὶ πάντα τὰ χρειώδη γε. Τοῦ ὅλου ὡρολογίου· | |
| μεθ᾽ ὃ καὶ τὸ ψαλτήριον, τοῦ Δαβὶδ καὶ προφήτου, | |
| τοὺς ἑκατὸν πεντήκοντα, ψαλμοὺς ὡς ἀναγκαῖον. | |
| Εἶτα κανόνας ἀκριβούς· δεσποτικοὺς χ᾽ ὡραίους· | |
| τῆς παναγίας κυρίας τε, Μαρίας τῆς ἐνδόξου· | |
| τῆς μεσητρίας τοῦ παντός, κόσμου δεσποίνης μόνης· | |
| αὐτὸν τὸν ὀνομάζομεν ἀκάθιστον τὸν θεῖον· | |
| καὶ ἄλλους οὕτω θαυμαστούς, οὓς ψάλλομεν ἐν ὕμνοις | |
| (...) |
| Text source | N. Bees, 1984, Τὰ χειρόγραφα των Μετεώρων : κατάλογος περιγραφικός των χειρογράφων κωδίκων των αποκειμένων εις τας μονὰς των Μετεώρων. Τὰ χειρόγραφα της Μονὴς Βαρλαάμ (vol. 2), Athens: 53 |
| Text status | Text partially unknown |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Metre(s) | Decapentasyllable |
| Subject(s) | |
| Tag(s) | |
| Critical Notes | 4 ἀσύλληπτον ] ἀσϋληπτον Bees (1984:53) |
| Comment | Text source (Bees 1984:53) modified by DBBE. Bees (1984: 53) guesses that the poem counted more verses. |
| Bibliography | |
| Number of verses | 21 |
| Occurrence(s) |
[22787] Ἀνὴρ εὐδαίμων κὄλβιος, ὅστις τὴν βίβλον ταύτ(ην)
[15th c.]
METEORA - Mone Barlaam 44 [15th c.] (f. 429r-429v -- (gen.) end of ms.) (20 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 52: "Librarii subscr." |
| Permalink | https://www.dbbe.ugent.be/types/5552 |
Last modified: 2021-09-03.
