| Ἀνὴρ εὐδαίμων κὄλβιος, ὅστις τὴν βίβλον ταύτ(ην), | |
| ἐκ δαπάνης ἐκτήσατο, παρὰ τοῦ γεγραφότ(ος) | |
| ἣν ἄλλην οὐχ εὑρήσει τίς, οἴομαι ταύτης ἴσην. | |
| ἔχουσαν ταῦτα θησαυρ(όν), ἀσυληπτον δαπάνην· | |
| ἀρχῇ τὸ ὡρολόγιον, ἀνελλιπὲς τυγχάνον, | |
| πρώτην κ(αὶ) τρίτην ὥρ(αν) τε, ἕκτην κ(αὶ) τὴν ἑνάτην | |
| καὶ σὺν αὐταῖς μεσώρια, εὐτάκτως τεταγμ(έν)α | |
| πρὸ δὲ τὸ μεσονυκτικόν, καὶ κυριακοσαββάτ(ον) || | |
| Ἑσπερινὸν ἀπόδειπνον, μικρ(ὸν) σὺν τῷ μεγαλ(ῳ) | |
| ἀυτὸ τὸ μηνολόγιον· τροπαροκοντακίων | |
| σὺν τροπαρίοις ἱκανοῖς, ἐν τέλει τῷ τοῦ ὄρθρου | |
| ὥ μετὰ τὸν ἑξάψαλμον, κεἰς τέλο(ς) ἑσπερίου· | |
| κ(αὶ) πάντα τὰ χρειώδη γε. τοῦ ὅλου ὡρολογίου· | |
| μεθ᾽ ὃ κ(αὶ) τὸ ψαλτήριον, τοῦ δα(βὶ)δ κ(αὶ) προφήτου, | |
| τ(οὺς) ἑκατὸν πεντήκοντα, ψαλμ(οὺς) ὡς αναγκαῖον. | |
| εἶτα κανόνας ἀκριβούς· δεσποτικ(οὺς) χ᾽ ὡραί(ους)· | |
| τῆς παναγίας κυρίας τε, μαρίας τῆς ἐνδόξου· | |
| τῆς μεσητρίας τοῦ παντός, κόσμου δεσποίν(η)ς μόν(η)ς· | |
| αὐτὸν τὸν ὀνομάζομ(εν) ἀκάθιστον τὸν θεῖον· | |
| καὶ ἄλλους οὕτω θαυμαστ(ούς), οὓς ψάλλομ(εν) ἐν ὕμνοις | |
| (...) |
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
| Type(s) | [5552] Ἀνὴρ εὐδαίμων κὄλβιος, ὅστις τὴν βίβλον ταύτην (21 verses) |
| Text source | N. Bees, 1984, Τὰ χειρόγραφα των Μετεώρων : κατάλογος περιγραφικός των χειρογράφων κωδίκων των αποκειμένων εις τας μονὰς των Μετεώρων. Τὰ χειρόγραφα της Μονὴς Βαρλαάμ (vol. 2), Athens: 53 |
| Text status | Text partially unknown |
| Date | 15th c. |
| Manuscript | METEORA - Mone Barlaam 44 [15th c.] |
| Place in Manuscript | f. 429r-429v -- (gen.) end of ms. |
| Metre(s) | Decapentasyllable |
| Genre(s) | Scribe-related epigram |
| Comment | Bees (1984: 53) guesses that the poem counted more verses. |
| Number of verses | 20 |
| Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | https://www.dbbe.ugent.be/occurrences/22787 |
Last modified: 2021-02-02.
