Type 5542
(formerly typ/3596)
Δαυὶδ μελωδέοντι τῆς ἐκκλησίας | |
ὃς τῇ πρὸς αὐτὸν ἐκπλαγεὶς τραγῳδίῃ | |
ζώων φύσεις θέλγοντά που καὶ δενδρέων | |
ἀλλʹ Ὀρφέα κρούοντα θείην πυκτίδα | |
ἄκουε Δαυὶδ τοῦ παρ’ ἡμῖν Ὀρφέως | |
σιγᾶν δὲ ποιεῖ τῶν παθῶν τὰ θηρία | |
πρὸς θηριώδεις ἐκτραπῇ δυσμορφίας | |
τείνας ὁ Δαυὶδ ψαλμοκινήτῳ λύρᾳ | |
βάλλει τιτρώσκει καὶ διώκει καὶ τρέπει | |
καὶ τῶν χαμερπῶν ἐξανιστᾷ φροντίδων | |
φέρουσα τὸ γράψαντι φέρτατον κλέος | |
καὶ μανθάνουσι εὐκληᾶ τὴν καρδίαν | |
βάλλουσιν δ’ ᾄσματα πνεύματος χορηγίαν | |
τοῖς εκμαθεῖν ποθοῦσι, κιχρᾷ τὴν χάριν | |
ὦ τοῦ προφήτου ψαλμικὴ μελωδίᾳ | |
ἡ τῶν φρενῶν δὲ ποικίλη κακουργία | |
ρᾷον κατεπρήνηξε τὴν ἀταξίαν | |
ὃς οὗν μετέσχε τῆσδε τῆς εὐγλωττίας | |
τὴν σὴν δὲ ρίψον μουσικωτάτην λύραν | |
θέλγειν δυνηθῇ τῶν ἀφανῶν των ἔπι | |
χρηστὸς προσηνῆς σιμπαθὴς τὴν κινύραν | |
οὐ τῆς ἀπημαύρωσε τὰς μελουργίας | |
Δαυὶδ διώκει τῇ βοῇ τῆς κινύρας | |
τὸ ψαλμικὸν μέλισμα ἡμῶν πυκτέον | |
σύμφωνον ἐξᾴδουσαν ᾠδὴν ᾀσμάτων. |
Title(s) | Ἕτεροι στίχοι λεγόμενοι περὶ τῶν ποιημάτων τοῦ Δαυὶδ |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | Praise of the author |
Comment | The epigram is basically a contamination of at least six different sources. |
Bibliography | |
Number of verses | 25 |
Occurrence(s) |
[22770] Δα(υὶ)δ μελωδέοντι τῆς ἐκκλησίας
[1551-1600]
VIENNA - Österreichische Nationalbibliothek (ÖNB) - theol. gr. 159 [10th c.] (f. 1r-1v) (25 verses) |
Related type(s) |
|
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 130: "In Davidem" |
Permalink | https://www.dbbe.ugent.be/types/5542 |
Last modified: 2021-09-08.