Type 5538
(formerly typ/3592)
Τοῦ παραδείσου τῆς τρυφῆς τοῦ χωρίου, | |
γένους βροτείου τῆς ποθεινῆς πατρίδος, | |
ἧσπερ πικρὰ τις πάλαι γεῦσις τοῦ ξύλου | |
μακρὰν ἀπεξέωσεν ἡμᾶς ἀθλίως, | |
ποθῶν τυχεῖν ἔνδοξος ἀνὴρ ἐκθύμως, | |
πόθος σεβαστὸς ἐκ γένους τὴν ἀξίαν, | |
φύσις ἀγαθή, παραμυθία φίλοις, | |
ὡς μάρτυς αὐτὴ τῶν τρόπων ἡ χρηστότης | |
σχῆμα τε σεμνὸν καὶ τὸ πρᾶον τῆς θέας | |
καὶ τ᾽ ἄλλα πάντα τὰ κοσμοῦντα τὴν φύσιν, | |
τὴν βίβλον ἤδη τήνδε τὴν φερωνύμως | |
κεκλημένην γε παράδεισον, ὡς πάσας | |
ἔνδον φέρουσαν πατέρων τῶν ἁγίων | |
οἷά τις λειμὼν εὐθαλὴς καὶ ποικίλος | |
ψυχωφελεὶς πράξεις τε καὶ παραινέσεις | |
λαμπρῶς κατασκεύασεν ἐνθέῳ πόθῳ. | |
οὗ δὴ τάχα ἄν τῶδε †τις αἰσθ..† παρέπων | |
τίς δ᾽ ἄλλος ἤ περ ἡ ξένη κληρουχία | |
τοῦ παραδείσου σὺν γε δικαίοις πᾶσιν | |
οὗ καὶ τύχοιε πρὸς Θεοῦ μετὰ πότμον | |
καὶ νῦν δ᾽ ἄλυπον μέχρι γήρως ἐσχάτου | |
ζώην βιῶσαι καὶ χαρᾶς πληρεστάτην. |
Text source | L. Politis, 2012, Κατάλογος χειρογράφων Ἱερᾶς Μονῆς Ζάβορδας, Thessaloniki: 93 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Bibliography | |
Number of verses | 22 |
Occurrence(s) |
[22765] Τοῦ παραδείσου τῆς τρυφῆς τοῦ χωρίου
[1410]
ZAVORDA - Mone tou Hagiou Nikanoros 118 [1410] (f. 315r) (22 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/5538 |
Last modified: 2023-09-13.