Type 5519
(formerly typ/3576)
Βρέφος παλαιῶν ἡμερῶν ὁ πρεσβύτης | |
νῦν Συμεὼν γέγηθεν ἠγκαλισμένος. | |
Τὸ πῦρ λαβὼν γὰρ λαβίδος τῆς παρθένου | |
ἄφλεκτός ἐστι, λάμπεται φέγγει λέγων· | |
«ἰδοὺ τὸ λύτρον ἦλθε τῆς οἰκουμένης, | |
ἰδοὺ τὸ φῶς ἔλαμψε τοῖς ἐν τῷ σκότει. | |
Τοῦτο κραταιὸν τῶν κραταιῶν τὸ βρέφος, | |
καταθλάσει δὲ καὶ πύλας τοῦ θανάτου | |
καὶ τοὺς ἐν Ἅιδῃ τῶν βρόχων ἐξελκύσει.» |
Last modified: 2019-09-04.