Type 5403
(formerly typ/3433)
Μαθὼν παρ᾽ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν | |
πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν | |
τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων | |
Εὐριπίδην· λίμνην τε διέβαινεν κάτω | |
καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός. | |
ἔπειτα μυστῶν ἐκδοχή. Πλούτων δ’ ἰδὼν | |
ὡς Ἡρακλεῖ προσέκρουσε διὰ τὸν Κέρβερον. | |
ὡς δ’ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγών, | |
καὶ δὴ στεφανοῦταί γ’ Αἰσχύλος. τοῦτον δ’ ἄγει | |
Διόνυσος εἰς φῶς, οὐχὶ μὰ Δί’ Εὐριπίδην. |
Last modified: 2019-06-26.