Type 5236
(formerly typ/3280)
Ἰωάννης ὁ χθαμαλὸς τοὐπίκλην Ξηροκάλιτος | |
καὶ θυηπόλος οἴκτιστος καὶ ἀλιτρὸς καὶ μύστης | |
ταύτην τὴν βίβλον ἔγραψα μετὰ πολλοῦ τοῦ μόχθου | |
ἐρανισάμενος αὐτὴν ἀπὸ πολλῶν βιβλίων‧ | |
ἔχων ἐντὸς συγγράμματα εὔχρηστα ψυχοτρόφα | |
παμποίκιλα ποιήματα, πλάσματα καὶ συνθέσεις | |
ἀνδρῶν ἐντίμων εὐγενῶν, ἀρίστων συγγραφέων, | |
κλεινῶν ἐνδόξων ποιητῶν καὶ μεγαλορρημόνων. | |
Ἔγωγε τούτων ἐρασθείς, ὡς μέλιττες ἀνθέων, | |
ἔρανον ποιησάμενος μελιειδῶν ἀώτων‧ | |
ἐντεῦθεν ἀνοικοδομῶν παιδείας τοὺς οἰκίσκους | |
σίμβλον ἐσθλὸν τῆς γνώσεως κηροπλαστῶν ἐκ λόγων | |
ἀσμένως ἐκδειμάμενος ταύτην κἀγὼ σὺν πόθῳ | |
πρὸς τέρψιν καὶ πρὸς χαρμονὴν ψυχῆς τε καὶ καρδίας, | |
παραμυθίας ἕνεκεν καὶ κουφισμῶν τῶν πόνων | |
καὶ συμφορῶν παντοδαπῶν τοῦ πολυστόνον βίου. | |
Τοίνυν, ὑμᾶς, πανέντιμοι, πάντας καθικετεύω | |
τοὺς ἐντυγχάνοντας καλῶς πυκτίδι τῇ παρούσῃ, | |
εὔχεσθε δὴ ὑπὲρ ἐμοῦ Θεῷ τῷ φιλανθρώπῳ | |
ὅπως παρίδῃ τὴν ἐμὴν πληθὺν ἁμαρτημάτων | |
καὶ τάξει με τῇ δεξιᾷ μοίρᾳ τῶν σωζομένων. | |
Ἀμὴν ἀμὴν καὶ γένοιτο, Χριστέ μου, γένοιτό μοι. |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Tag(s) | |
Critical Notes | 1 ξηροκαλίτης Pierleoni |
Bibliography |
Primary
|
Number of verses | 22 |
Occurrence(s) |
[22036] ἰω(άννης) ὁ χθαμαλὸς τοὐπίκλην ξηροκάλιτ(ος)
[1476-1500]
NAPLES - Biblioteca Nazionale - gr. II C 33 [1476-1500] (f. 476v) (22 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/5236 |
Last modified: 2020-06-26.