Occurrence 22036
(formerly occ/5905)
ἰω(άννης) ὁ χθαμαλὸς τοὐπίκλην ξηροκάλιτ(ος)· | |
κ(αὶ) θυηπόλος οἴκτιστος (καὶ) ἀλιτρὸς κ(αὶ) | μύστ(ης)· | |
τάυτην τ(ὴν) βίβλον ἔγραψα μετὰ πολλοῦ τοῦ μόχθου· | |
ἐρανισά|μ(εν)ος αὐτὴν, ἀπὸ πολλῶν βιβλίων· | |
ἔχων ἐντὸς συγγράμματα εὔχρηστα | ψυχοτρόφα, | |
παμποίκιλα ποιήματα πλάσματα κ(αὶ) συνθέσεις, | | |
ἀνδρῶν ἐντίμων εὐγενῶν ἀρίστων συγγραφέων, | |
κλεινῶν ἐνδόξων | ποιητῶν κ(αὶ) μεγαλορρημόνων· | |
ἔγωγε τούτων ἐρασθεὶς, ὡς μέλι|ττες ἀνθέων· | |
ἔρανον ποιησάμ(εν)ος μελιειδῶν ἀώττων, | |
ἐντεῦθ(εν) | ἀνοικοδομ(ῶν) παιδείας τοὺς οἰκίσκ(ους)· | |
σύμβλον ἐσθλὸν τῆς γνώσεως | κηροπλαστ(ῶν) ἐκλόγων· | |
ἀσμένως ἐκδειμάμ(εν)ος ταύτην κἀγὼ σὺν πόθω, | | |
πρὸς τέρψιν κ(αὶ) πρὸ(ς) χαρμονὴν ψυχῆς τε κ(αὶ) καρδίας, | |
παραμυθίας | ἕνεκ(εν) κ(αί) κουφισμ(ῶν) τῶν πόνων, | |
κ(αὶ) συμφορ(ῶν) παντοδαπ(ῶν) τοῦ | πολυστόνου βίου· | |
τοίνυν ὑμᾶς πανέντιμοι πάντας κα|θικετεύω, | |
τοὺς ἐντυγχάνοντας καλῶς πυκτίδι τῆ παρούση, | | |
εὔχεσθαι δὴ ὑπὲρ ἐμοῦ θ(ε)ῶ τῶ φιλαν(θρώπ)ω, | |
ὅπ(ως) παρίδη τὴν ἐμ(ὴν) | πληθὺν ἁμαρτημάτων· | |
κ(αὶ) τάξει με τῆ δεξιᾶ μοίρα τῶν σωζομ(ένων)· | |
ἀμ(ὴν) ἀμὴν κ(αὶ) γένοιτο χ(ριστ)ὲ μου γένοιτό μοι + |
Type(s) | [5236] Ἰωάννης ὁ χθαμαλὸς τοὐπίκλην Ξηροκάλιτος (22 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 1476-1500 |
Manuscript | NAPLES - Biblioteca Nazionale - gr. II C 33 [1476-1500] |
Place in Manuscript | f. 476v |
Person(s) | |
Contextual information | Colophon ends with the final subscription where the name of the scribe and the date of the completion of the manuscript are given: ἐγὼ ἰω(άννης) εὐτελὴς ἱερε(ὺς) κ(αὶ) ταμβουλάριος τὴν παροῦσαν | βίβλον ἔγραψα κ(αὶ) ὑπέγραψα ἐν ἔτει τ(ῆς) ἐνσάρκ(ου) κοινονί(ας) | τοῦ κ(υρί)ου ἡμ(ῶν) ἰ(ησο)ῦ χ(ριστο)ῦ, ᾳυϟε´ ἐν μηνὶ ἰουνί(ου) εἰς τ(ὴν) κγ | τέλος |
Metre(s) | Decapentasyllable |
Genre(s) | |
Bibliography |
Primary
|
Number of verses | 22 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/22036 |
Last modified: 2023-01-05.