Type 5094
(formerly typ/3154)

Καππαδοκῶν Βασίλειον ἀείσομαι ἀρχιερῆα
Ἤθεσιν εὐπαγέα, καὶ σταθερὸν ξυνέσει·
Εἰδεῖ καὶ βιότητι διδάσκαλον ἀγνοσυνάων
Καὶ σιγόωντα μέγαν κήρυκα σωφροσύνης·
Βένθος ἄπαν λογικοῖς δαήμερον ὠκεανοῖο,
Νηῒ ὑπ’ εὐσκάρθμῳ ὀξυπόροιο νόου,
Χαῖρε, μάκαρ Βασίλειε, βίου μερόπων παιδευτὰ,
Ἀρμονίη κόσμου νῦν πλέον ἐκ μελέος.
Θειογόνου σοφίης μέγ’ ἀμύμονος ἐσθλὲ σαφητὰ,
Τῆς δ’ ἄμα ὀψιτέρης καὶ τε παλαιοτέρης.
Εὐνομίου μέγα πῆμα κακοφρονέοντ’ ἐνὶ θυμῷ,
Πνεύματι παγκρατεῖ λύσσαν ἀειράμενον.
Τοῦ ῥα σαθρᾶς σοφίης κενοκόμπου τοὺς λαβυρίνθους
Δείξας ἑοῖο λόγου ἀῤῥαγέεσσι λίνοις.
Κτίσιος ὃς δεδάηκας ἀφ’ ὑψόθεν αἴτια πάσης,
Οὐδὲ δαεὶς φθόνεσας ἐν μερόπεσσι φάναι.
Γαίην δ’ εὐρυτάτην καὶ αἰθέρος ἄτρυτον οἶμον,
Πνοιδότην τ’ ἀέρα καὶ σέλας αἰθόμενον,
Καὶ ζώων τὰ γένεθλα βροτοῖς κατὰ μοῖραν ἔειπας,
Χθὼν ὅσα καὶ ὅσ’ ἀὴρ καί τε θάλασσα φέρει.
Καὶ χλοερῆς βοτάνης ἰδιώματα πάντα μυθήσω,
Χαῖρε, μονοτροπίης στάθμιον ἀζυγέος.
Χαῖρε βροτῶν βιότητος ἑπ’ εὔπορον οἶμον ἰθύντος,
Γήραος εὐκοσμίη, χαλινὲ κουροσύνης.
Title(s) Ὅμοιοι εἰς τὸν Μέγαν Βασίλειον
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Person(s)
Poet
Theodore Prodromos (12th c.) - PBW: Theodoros/25001/
Metre(s) Elegiacs
Subject(s)
Tag(s) Praise of the author
Comment The metre is not really elegiacs, since the hexameters and pentameters do not alternate. Rather, the first 12 verses of the poem are hexameters, while the last 12 are pentameters.
Bibliography
Number of verses 24
Occurrence(s)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 399: "Theod. Prodromus, In laudem s. Basilii"
Permalink https://www.dbbe.ugent.be/types/5094
Last modified: 2021-09-03.