Occurrence 20543
(formerly occ/4207)

Στίχοι ἡρωελεγεῖοι εἰς τὸν μέγαν Βασίλειον
 
+ Καππαδοκῶν Βασίλειον ἀείσομαι ἀρχιερῆα
εἴδει καὶ βιότητι διδάσκαλον ἀγνοσυνάων
βένθος ἄπαν λογικοῖο δαήμονον ὠκεανοῖο·
χαῖρε, μάκαρ Βασίλειε, βίου μερόπων παιδευτά,
θειογόνου σοφίης μέγ’ ἀμύμονος ἐσθλὲ σαφητά.
Εὐνομίου μέγα πῆμα κακοφρονέοντ’ ἐνὶ θυμῷ·
τοῦ ῥα σαθρᾶς σοφίης κενοκόμπου τὰς λαβυρίνθους
κτίσιος ὃς δεδάηκας ἀφ’ ὑψόθεν αἴτια πάσης·
γαίην δ’ εὐρυτάτην καὶ αἰθέρος ἄτρυτον οἶμον
καὶ ζώων τὰ γένεθλα βροτοῖς κατὰ μοῖραν ἔειπες
καὶ χλοερῆς βοτάνης ἰδιώματα παταμυθήσω.
Χαῖρε βροτῶν βιότητος ἑπ’ εὔπορον οἶμον ἰθύντορ
ἤθεσιν εὐπαγέα καὶ σταθερὸν ξυνέσει
καὶ σιγέοντα μέγαν κήρυκα σωφροσύνης
νηῒ ὑπ’ εὐσκάρθμῳ ὀξυπόροιον νόου
ἁρμονίη κόσμου νῦν πλέον ἐκμελέος
τῆς θ’ ἅμα ὀψιτέρης καί τε παλαιοτέρης.
πνεύματι παγκρατέϊ λύσσαν ἐγειραμένου
δείξας ἑοῖο λόγου ἀρραγέσσι λίνοις.
οὐδὲ δαεὶς φθόνεσας ἐκ μερόπεσσι φαεῖναι·
πνοιοδότην τ’ ἀέρα καὶ σέλας αἰθόμενος
χθὼν ὅσα καὶ ὅσ’ ἀὴρ καί τε θάλασσα φύει·
χαῖρε μονοτροπίης στάθμιον ἀζυγέος·
γήραος εὐκοσμία, χαλινὲ κουροσύνης.
Type(s) [5094] Καππαδοκῶν Βασίλειον ἀείσομαι ἀρχιερῆα (24 verses)
Text source S. Eustratiades 1919, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 3, 624-639: 557-558
Text status Text completely known
Date 1330
Manuscript ATHOS - Mone Batopediou 56 [1330]
Place in Manuscript f. 3v
Metre(s) Elegiacs
Genre(s) Author-related epigram
Subject(s)
Comment Lamberz (2006: 243) refers to a poem on Basil the Great by Theodoros Prodrodromos, here used as a paratext (ed. Höradner 120).

The metre is not really elegiacs, since the hexameters and pentameters do not alternate. Rather, the first 12 verses of the poem are hexameters, while the last 12 are pentameters.
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20543
Last modified: 2020-12-15.