Type 5061
(formerly typ/3118)
Ἄνακτες, ῥῆγες, πρίγκιπες, σατράπαι, σατραπάρχαι | |
χιλίαρχοι καὶ στρατηγοί, τοπάρχαι, πολιτάρχαι, | |
ἱππηλασίαις χαίρουσι καὶ τοῖς κυνηγεσίοις | |
κυσὶ ταχείαις χρώμενοι καὶ ταχυπτέροις κίρκοις | |
θηρεύειν πτώκας καὶ νεβρούς, χλούνας ὀρεσιτρόφους, | |
αἴγας ἀγρίας κεραούς, ἀρκτους λασιοχαίτας, | |
πέρδικας, χῆνας, ὄρτυγας, ταῶνας καὶ γεράνους. | |
Σὺ δὲ ψυχὴ φιλόθεε καὶ φιλολογωτάτη, | |
περίβλεπτε, περίφημε, χαριτοκοσμημένε, | |
τρισένδοξε, τρισόλβιε, τρισμέγιστε, τρισμάκαρε, | |
ἡδύτατε, πραότατε, χρηστότατε, χαρίει, | |
ὕπατε πάντων εὐγενῶν τῆς τρισμεγίστου βρότης | |
τοῦ Σολομῶντος τοῦ Σοφοῦ πλουτίσας τὴν σοφίαν | |
Δαυΐδ τε τὴν πραότητα τοῦ προφητικωτάτου | |
τὴν ἀκακίαν τοῦ Ἰὼβ τοῦ θεομαρτυρήτου | |
τὴν σωφροσύνην Ἰωσὴφ ἄρχοντος τῆς Αἰγύπτου | |
καὶ πάντων ἄλλων ἀρετὰς ἁγίων ἀγαπήσας | |
ἀπὸ ψυχῆς ἐμίσησας ἐξ ὅλης τῆς καρδίας | |
ἵππους μυκτηροκόμπονας, φάτναις ἀκοστατοῦντας | |
κύνας ἀνέμοις τοῖς ποσὶν ὁμοίως εἰς τὸ θέειν | |
κίρκους τανυσιπτέρυγας θείνοντας τὸν ἀέρα | |
κενά τε κυνηγέσια καὶ τὰς ἱπποδρομίας | |
ἀλλ'αντὶ τούτων τῶν αἰσχρῶν καὶ τῶν ἀχρήστων ἔργων | |
ὑπὲρ χρυσὸν καὶ μάργαρον καὶ σάπφειρον προεῖλε | |
τῆς Παλαιᾶς τε καὶ Καινῆς βίβλους τὰς θεοπνεύστους. | |
Ὅθεν ἐμοὶ προστεταχὼς τῷ πενιχρῷ σου δούλῳ, | |
ὡς Εὐρυσθεὺς τῷ Ἡρακλεῖ τῷ παναλκιμωτάτῳ, | |
τοῦ γράψαι ταῦτα γράμμασιν ἑλληνικοῖς στοιχείοις | |
ἔσπευσα τρόμῳ καὶ χαρᾷ τὰ σὰ πρεκέπτα πράξαι. | |
Δουλοπρεπῶς ἤδη τὰ νῦν τῇ σῇ μεγαλονοίᾳ | |
προσάγω, φέρω, δίδωμι ἃς ἐγεγράφειν βίβλους | |
Μωσέως τὴν Πεντάτευχον, Ναβῆ τὴν στρατηγίαν, | |
Κριτάς, τὴν Ῥούθ, Βασιλειῶν τεσσάρων διηγήσεις, | |
τρισσὰ Παραλειπόμενα, Ἔσδρα δισσὰ βιβλία, | |
τοῦ Νεεμίου λόγους τε, υἱοῦ τοῦ Ἀχαλία, | |
τῶν Μακκαβαίων ἄθλησιν, τῆς Ἰουδὴθ ἀνδρείαν, | |
Ἐσθήρ, Τωβὶτ τὸν δίκαιον σὺν τῷ παιδὶ Τωβίᾳ | |
Δαυΐδ τὸν μελιτόεντα, ἑξκαίδεκα προφήτας, | |
ἀγῶνας καὶ παλαίσματα Ἰὼβ τοῦ παναρέτου, | |
τὰς Παροιμίας τὰς σοφάς, Σοφίαν Σολομῶντος, | |
σὺν τούτοις Ἐκκλησιαστήν, ᾎσμα τε τῶν ᾈσμάτων, | |
τὴν σοφωτάτην Ἰησοῦ Σοφίαν Σειρὰχ γένος, | |
ἐπιστολὰς ἃς ἔγραψεν ὁ μέγας Παῦλος πᾶσι, | |
σεπτάς τε πράξεις τῶν σοφῶν καὶ θείων ἀποστόλων | |
ἃς συνεγράψατο Λουκᾶς ὁ πάνσοφος πανσόφως, | |
Πέτρου τοῦ πρῶτου μαθητοῦ καὶ πρωτοθρόνου Ῥώμης, | |
ἐπιστολὰς καθολικὰς τοῦ θείου Ιωάννου | |
τοῦ ἐν τῷ στήθει τοῦ Χριστοῦ πεσόντος ἐν τῷ δείπνῳ | |
καὶ πειθομένου, κύριε, τίς ὁ παραδιδούς σε, | |
Ἰούδα τὴν ἐπιστολὴν ἀλλ᾽ οὐχ ἡ τοῦ προδότου, | |
ὡσαύτως Ἰακώβου τε συγγόνου Ἰωάννου | |
τὴν θείαν ἀποκάλυψιν καὶ παραδοξοτάτην | |
καὶ περιόδους θαυμαστὰς τὰς πατμοεφεσίας, | |
σὺν τούτοις εὐγενέστατε, ῥίζης τιμίας ὄρπηξ, | |
ὑψίνου, χαριτώνυμε, ἐχέφρων γενναιόφρων, | |
ὑπὲρ διάδημα χρυσοῦν, ὑπὲρ χρυσῆν κορώνην, | |
ἢ στέφος λιθοκόλλητον, καὶ βύσσον, καὶ πορφύραν, | |
ἢ μάργαρον πολύτιμον, ἢ λίθον τὸν λυχνίτην, | |
Εὐαγγελίων γέγραφα τοὺς εὐαγγέλους λόγους | |
Ματθαίου, Μάρκου καὶ Λουκᾶ καὶ τοῦ ἠγαπημένου | |
Χριστῷ τῷ παντοκράτορι παρθένου Ἰωάννου | |
τοῦ τρεῖς μητέρας ἔχοντος ὑπὲρ ἀνθρώπους πάντας | |
Σαλώμην τε καὶ τὴν Βροντὴν καὶ τὴν Χριστοῦ μητέρα, | |
Ἴδε καὶ γὰρ φησὶ Χριστός, υἱὸς ὁ σός, ὦ γύναι, | |
πρὸς τοῦτον δ’ αὖ ἀντέφησεν, Ἴδε σου τὴν μητέρα, | |
ὅτε σταυρῷ προσήλωτο ὑπὲρ ἡμῶν ἀδίκως. | |
Θεὸς οὐκοῦν ὁ παντουργὸς καὶ κύριος τῶν πάντων | |
παρέξοι χρόνους τῆς ζωῆς τῇ σῇ μεγαλονοίᾳ | |
ἀναγινώσκειν, σκέπτεσθαι, ταύτας διερμηνεύειν, | |
ἑλληνικῇ, ῥωμαϊκῇ πανσόφῳ διαλέκτῳ | |
καὶ δόξαν ἄλλην δώσει σοι μεγιστοτέραν ταύτης | |
ἴδοις υἱοὺς τῶν σῶν υἱῶν ἐν βαθυτάτῳ γήρᾳ | |
ὡς ἐλαιῶν νεόφυτα κύκλῳ τῆς σῆς τραπέζης. | |
Χαρίσαιτό σοι κύριος τοὺς σοὺς σεπτοὺς συγγόνους | |
εἰς ἡμερῶν περιδρομάς, εἰς χρόνους ἀπεράντους, | |
ἐν ἀξιώμασι λαμπροῖς ἐν δόξαις πανεντίμοις | |
γένοιτο ταῦτα γένοιτο γένοι καὶ πέρας λάβοι | |
Θεὲ θεῶν καὶ Βασιλεῦ ἁπάντων βασιλέων | |
ἐμοὶ δὲ πάλιν πρόστατε τὰς σὰς τελεῖν προστάξεις | |
ὡς δούλῳ, ὡς θεράποντι, ὡς λάτρῃ, ὡς οἰκέτῃ. |
Text source | A. Markopoulos 1981, Συμπληρωματικὰ γιὰ τὸν Μιχαὴλ Λουλούδη, in Πεπραγμένα τοῦ Δ΄ Διεθνοῦς Κρητολογικοῦ Συνεδρίου (vol. 2), Ἀθήνα, 232-243: 240-242 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | |
Tag(s) | |
Critical Notes | 1 πρίγκιπες ] πρίγκηπες scr. Markopoulos (1981: 240) 55 ἐχέφρων γενναιόφρων ] ἐχέφρον, γενναιόφρον Markopoulos |
Comment | Beneševic (1917: 28-20) gives a different and faulty text. Source text of Markopoulos (1981: 240-242) modified by DBBE. |
Bibliography | |
Number of verses | 80 |
Occurrence(s) |
[21790] ἄνακτες ῥῆγες πρίγκιπες σατράπαι σατραπ(ά)ρχ(αι)
[1276-1350]
SINAI - Mone tes Hagias Aikaterines - gr. 1342 [1276-1350] (f. 198r-198v) (80 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 41: "Michael Luludes, Ad Ioannem Morozinem ducem Cretae" |
Permalink | https://www.dbbe.ugent.be/types/5061 |
Last modified: 2021-09-01.