Occurrence 21790
(formerly occ/5648)
+ ἄνακτες ῥῆγες πρίγκιπες σατράπαι σατραπ(ά)ρχ(αι) | |
χιλίαρχοι (καὶ) στρατηγοί, τοπάρχαι, πολιτάρχαι, | |
ἱππηλασίαις χαίρουσι (καὶ) τοῖς κυνηγεσίοις. | |
κυσὶ ταχείαις χρώμενοι (καὶ) ταχυπτέροις κίρκοις | |
θηρεύειν πτῶκ(ας) (καὶ) νεβροὺς, χλούν(ας) ὀρεσιτρόφ(ους). | |
αἴγ(ας) ἀγρίας κερα(ούς) ἀρκτ(ους) λασιοχαίτας. | |
πέρδικ(ας) χῆνας ὄρτυγ(ας)· ταῶν(ας) (καὶ) γεράνους. | |
σὺ δὲ ψυχὴ φιλόθεε (καὶ) φιλολογωτάτη· | |
περίβλεπτε, περίφημε, χαριτοκοσμημένε· | |
τρισένδοξε, τρισόλβιε, τρισμέγιστε, τρισμάκαρ(...), | |
ἡδύτατε, πραότατε, χρηστότατε, χαρίει· | |
ὕπατε πάντων εὐγεν(ῶν) τῆς τρισμεγίστου βρότης | |
τοῦ σολομῶντος τοῦ σο(...)ῦ πλουτίσ(ας) τὴν σοφίαν | |
Δα(υΐ)δ τε τὴν πραότητα τοῦ προφητικωτάτου | |
τὴν ἀκακί(αν) τοῦ ἰὼβ τοῦ θεομαρτυρήτου· | |
τὴν σωφροσύνην ἰωσὴφ ἄρχοντο(ς) τῆς αἰγύπτου | |
(καὶ) πάντ(ων) ἄλλων ἀρετὰς ἁγίων ἀγαπήσας, | |
ἀπὸ ψυχῆς ἐμίσησ(ας) ἐξ ὅλης τῆς καρδίας | |
ἵππ(ους) μυκτηροκόμπον(...), φάτναις ἀκοστατοῦντας | |
κύν(ας) ἀνέμοις τοῖς ποσὶν ὁμοί(ως) εἰς τὸ θέειν | |
κίρκ(ους) τανυσιπτέρυγας θείνοντας τὸν ἀέρα. | |
κενά τε κυνηγέσια (καὶ) τὰς ἱπποδρομίας. | |
ἀλλ'αντὶ τούτ(ων) τῶν αἰσχρ(ῶν) καὶ τ(ῶν) ἀχρήστ(ων) ἔργων, | |
ὑπὲρ χρυσ(ὸν) (καὶ) μάργαρον (καὶ) σάπφειρ(ον) προεῖλου, | |
τ(ῆς) παλαι(ᾶς) τε (καὶ) καινῆς βίβλ(ους) τὰς θεοπνεύστ(ους). | |
ὅθ(εν) ἐμοὶ προστεταχὼς τῶ πενιχρῶ σου δούλω | |
(ὡς) εὐρυσθεὺς τῶ ἡρακλεῖ τῶ παναλκιμωτάτω, | |
τοῦ γράψαι ταῦτα γράμμασιν ἑλληνικ(οῖς) στοιχείοις, | |
ἔσπευσα τρόμω (καὶ) χαρᾶ τὰ σὰ πρεκέπτα πράξαι· | |
δουλοπρεπῶς ἤδη τανῦν τῆ σῆ μεγαλονοία, | |
προσάγω· φέρω δίδωμι ἃς ἐγεγράφ(ειν) βίβλους | |
μωσέ(ως) τὴν πεντάτευχον ναβῆ τὴν στρατηγί(αν) | |
κριτ(ὰς) τὴν ῥοὺθ βασιλειῶν τεσσάρ(ων) διηγήσεις· | |
τρισσὰ παραλειπόμενα ἔσδρα δισσὰ βιβλία. | |
τοῦ νεεμίου λόγους τε υἱοῦ τοῦ ἀχαλ(...) | |
τ(ῶν) μακκαβαίων ἄθλησιν τ(ῆς) ἰουδὴθ ἀνδρεί(αν)· | |
ἐσθὴρ τωβὴτ τὸν δίκαι(ον) σὺν τῶ παιδὶ τωβία. | |
δα(υΐ)δ τ(ὸν) μελιτόεντα ἑξκαίδεκα προφήτας· | |
ἀγῶν(ας) καὶ παλαίσματα ἰὼβ τοῦ παναρέτου· | |
τὰς παροιμί(ας) τὰς σοφάς. σοφί(αν) σολομῶντος | |
σὺν τούτοις ἐκκλησιαστὴν ἆσμα τὲ τ(...) (...)των | |
τὴν σοφωτάτην ἰησοῦ σοφίαν σειρὰχ γένο(ς) | |
ἐπιστολὰς ἃς ἔγραψ(εν) ὁ μέγας παῦλ(...) (...)ᾶσι | |
σεπτὰς τε πράξεις τ(ῶν) σοφ(ῶν) (καὶ) θείων ἀποστό(...) | |
ἃς συνεγράψατο λουκ(ᾶς) ὁ πάνσοφο(ς) πανσόφως. | |
πέτρου τοῦ πρῶτου μαθητοῦ (καὶ) πρωτοθρόνου ῥώμ(...), | |
ἐπιστολ(ὰς) καθολικὰς τοῦ θείου ἰωάννου· | |
τοῦ ἐν τῶ στήθει τοῦ χ(ριστο)ῦ πεσόντος ἐν τῶ δείπνω | |
(καὶ) πειθομένου κ(ύρι)ε τίς ὁ παρ(...)δούς σε· | |
ἰούδα τὴν ἐπιστολὴν, ἀλλ᾽ οὐχ ἡ τοῦ προδότου· | |
ὡσαύτ(ως) ἰακώβου τε συγγόνου ἰωάννου· | |
τὴν θείαν ἀποκάλυψιν (καὶ) παραδοξοτάτην· | |
(καὶ) περιόδ(ους) θαυμαστὰς τὰς πατμοεφεσίας. | |
σὺν τούτοις εὐγενέστατε ῥίζης τιμί(ας) ὅρπηξ, | |
ὑψίνου χαριτώνυμε ἐχέφρων γενναιόφρων, | |
ὑπὲρ διάδημα χρυσοῦν ὑπὲρ χρυσῆν κορώνην, | |
ἢ στέφος λιθοκόλλητον (καὶ) βύσσον (καὶ) πορφύραν | |
ἢ μάργαρον πολύτιμον ἢ λίθον τ(ὸν) λιχνίτην || | |
(...)γελίων γέγραφα τοὺς εὐαγγέλ(ους) λόγους | |
ματθαίου Μαρκου (καὶ) λουκᾶ (καὶ) τοῦ ἠγαπημέν(ου) | |
(...) παντοκράτορι παρθένου ἰωάννου. | |
τοῦ τρεῖς μ(ητέ)ρας ἔχοντος ὑπὲρ ἀν(θρώπ)ους πάντας | |
(...)ώμην τε (καὶ) τὴν βροντὴν (καὶ) τὴν χ(ριστο)ῦ μ(ητέ)ρα. | |
ἴδε (καὶ) γ(ὰρ) φησὶ χ(ριστὸ)ς υἱὸς ὁ σὸς ὦ γύναι. | |
(...) τοῦτον δ’ αὖ ἀντέφησεν ἴδε σου τὴν μ(ητέ)ρα, | |
ὅτε σ(ταυ)ρῶ προσήλωτο ὑπὲρ ἡμῶν ἀδίκ(ως) | |
θ(εὸ)ς οὐκοῦν ὁ παντουργὸς (καὶ) κ(ύριο)ς (...) πάντων | |
παρέξοι χρόνους τῆς ζωῆς τῆ σῆ μεγαλονοί(α), | |
ἀν(...)γινώσκ(ειν) σκέπτεσθαι ταύτ(ας) διερμηνεύ(ειν) | |
ἑλληνικῆ ῥωμαϊκῆ πανσόφω διαλέκτω | |
(...) δόξ(αν) ἄλλην δώσει σοι μεγιστοτέραν ταύτ(ης) | |
ἴδοις υἱοὺς τῶν σῶν ἐν βαθυτάτῳ γήρᾳ | |
(...) ἐλαιῶν νεόφυτα κύκλω τῆς σῆς τραπέζ(ης). | |
χαρίσαιτό σοι κ(ύριο)ς τοὺς σοὺς σεπτοὺς συγγόνους | |
εἰς ἡμερ(ῶν) περιδρομ(ὰς) εἰς χρόν(ους) άπεράντ(ους). | |
ἐν ἀξιώμασι λαμπροῖς ἐν δόξαις πανεντίμοις. | |
γένοιτο ταῦτα γένοιτο γένοι (καὶ) πέρας λάβοι. | |
θ(ε)ὲ θεῶν (καὶ) βασιλεῦ ἁπάντων βασιλέων. | |
ἐμοὶ δὲ πάλιν πρόσταττε τὰς σ(ὰς) τελ(εῖν) προστάξ(εις), | |
ὡς δούλω (ὡς) θεράποντι (ὡς) λάτρι ὡς οἰκέτη:- |
Type(s) | [5061] Ἄνακτες, ῥῆγες, πρίγκιπες, σατράπαι, σατραπάρχαι (80 verses) |
Text source | DBBE |
Text status | Text completely known |
Date | 1276-1350 |
Manuscript | SINAI - Mone tes Hagias Aikaterines - gr. 1342 [1276-1350] |
Place in Manuscript | f. 198r-198v |
Person(s) | |
Palaeographical information | Written in columns, to be read horizontally. |
Contextual information | The poem is dedicated to the Bible which Michael Loulloudes transcribed for the doge of Crete, Iohannes Morezenos. In the manuscript is preserved only the New Testament, without Apocalypse. After this epigram, the scribe writes: 'τῷ τρισμεγίστῳ τῆς τρισμεγίστου Κρήτης δουκὶ Μουρζίνῳ κυρίῳ Ἰωάννῃ θύτης εὐτελὴς Μιχαὴλ ὁ Λουλούδης καὶ πρωτοψάλτης τῆς Κρητῶν ἐκκλησίας ἐκ τῆς Ἐφέσου καταγόμενος πάλαι θεοῦ [ ]άρσει τάσδε γέγραφα βίβλους.' |
Metre(s) | Decapentasyllable |
Genre(s) | Scribe-related epigram |
Comment | Beneševic (1917: 28-30): edits a partial text and faulty text. |
Image source(s) | |
Bibliography |
Primary
|
Number of verses | 80 |
Related occurrence(s) |
[18614] Πολυχρονηθεὶς ἡμέραν ἐξ ἡμέρας
[12/02/1335]
SINAI - Mone tes Hagias Aikaterines - gr. 363 [12/02/1335] (f. 319v) (16 verses) (1/80) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/21790 |
Last modified: 2020-08-17.