Type 5037
(formerly typ/3092)
| Κρηπὶς ἀρίστη τοῦ μοναστικοῦ βίου | |
| Οἱ τῶν γερόντων τῶν σοφῶν ἁπλοὶ λόγοι | |
| Δηλοῦντες αὐτῶν πράξιν ἐν θεωρίᾳ· | |
| Οἱ καὶ κατὰ στοιχεῖον εἰσὶν ἐν βίβλῳ· | |
| Τούτους καταρχὰς εἰς ἀνάγνωσιν δέον | |
| Ἅπαντας ἡμᾶς λαμβάνειν καθ’ ἡμέραν. | |
| Ὡς ἐξ Έδὲμ γὰρ ἐξ ἐκείνων βλυστάνει | |
| Ἐλλάμψεων πηγή τις εἰς σωτηρίαν | |
| Ἀρχῶν μερισμὸν τεττάρων δεδειγμένη | |
| Ἐν τῇ μεγίστῃ τῶν ἀρετῶν τετρακτΰι, | |
| Ἐξ ἧς καθαίρεταί τε καὶ φωτίζεται | |
| Ἅπας μοναστὴς τῇ Θεοῦ συνεργίᾳ. | |
| Μεθ’ οὓς μέτελθε συγγραφὴν Παλλαδίου. | |
| Καὶ δὴ μετ’ αὐτὴν τὴν Ἰωάννου πάλιν | |
| Πρὸς τὸν μαθητὴν Σωφρόνιον γραφεῖσαν. | |
| Λειμῶνα δὲ κληθεῖσαν εὔοσμον νέον· | |
| Καὶ τἄλλα τυγχάνοντα τοιουτότροπα· | |
| Καὶ σκητιώτου Δανιὴλ τὰ πρακτέα | |
| Δόξης καταφρόνησιν ἐμποιοῦντά σοι. | |
| Κάλλιστον εἶτ’ ἄκουσμα Καλλίστου πατρὸς | |
| Θυμοῦ μαραῖνον τὴν πρακτικὴν ζέσιν· | |
| Καὶ Δωροθέου θεῖα τῶν δωρημάτων, | |
| Ἐν οἷς λογισμῶν τοὺς πολυσχιδεῖς τρόπους | |
| Τῆς λεπτότητος τῇ διακρίσει γράφει· | |
| Μακαρίου τε τοῦ φερωνύμου λόγους | |
| Ἐξ ὧν προσευχῆς ἐκμαθὼν θεωρίας | |
| Εὐχὴν διώξεις καὶ προσευχὴν ἐργάσῃ· | |
| Καὶ Κασσιανοῦ τοῦ πνέοντος κασσίαν. | |
| Πῶς δὲ παρήσω τὴν Ἰσαὰκ τοῦ Σύρου, | |
| Ἡσαΐου τε τὴν θεόπνευστον βίβλον; | |
| Ὧν ἡ μὲν οἶδε ἡσύχῳ καταστάσει | |
| Τὸν νοῦν πτερῶσαι πρὸς προσευχὰς ἐμπύρους. | |
| Ἡσαΐου γραφὴ δὲ πρὸς κοινωνίαν | |
| Μετ’ εὐσταθείας ἠθικωτάτης ἄγειν, | |
| Ἣν πρακτικῶς δείκνυσιν ἐῤῥυθμισμένην. | |
| Δίελθέ μοι καὶ δέλτον Ἐφραὶμ τοῦ Σύρου | |
| Ἀσκητικῶν ἂ γνώσεως πλούτου γέμει. | |
| Ἔπειτ’ ἐκείνην ἥτις ἐκλήθη Κλίμαξ | |
| Εἰς οὐρανὸν πέμπουσα τοὺς βεβηκότας· | |
| Σοφοῦ τε Μάρκου πρακτικωτάτους λόγους· | |
| Καὶ τὴν Διαδόχου γνωστικὴν ἑκατοντάδα· | |
| Καὶ τὴν διπλῆν μάλιστα τοῦ Καρπαθίου· | |
| Καὶ τοῦ γλυκεροῦ τετραπλῆν Θαλασσίου· | |
| Νείλου τε χρυσὰ ῥεῖθρα τῶν διδαγμάτων· | |
| Καὶ δῆτα ταῦτα πάντα συγκεκλεικότα. | |
| Τὰ τοῦ πυρίπνου, καὶ μεγίστου Μαξίμου. | |
| Τί δὲ λέγεις σὺ˙τὴν Βασιλείου βίβλον | |
| Τοῦ πανσόφου τε, καὶ μόνου διδασκάλου | |
| Ἀσκήσεως γραφοῦσαν ἀκριβεῖς τύπους; | |
| Οὐ μὴ μετέλθῃς; καὶ μάλιστα σὺν πόθῳ | |
| Τούτων πρὸ πάντων, καὶ πάλιν, καὶ πολλάκις. | |
| Πλὴν εἰ μετέλθῃς ἐκ καλῆς ἀπληστίας | |
| Καὶ τοῦ ταπεινοῦ τρεῖς βίβλους Εὐαγρίου, | |
| Οὐδὲν βλαβήσῃ, μᾶλλον ὠφέλειά σοι | |
| Γενήσεται, καὶ γνώσεως ὄψῃ βάθος | |
| Ἐκ πράξεως ὑψοῦν σε πρὸς θεωρίαν. | |
| Εἰ δὲ βλέπεις ποῦ σῖτον ἐν ζιζανίοις· | |
| Ἀλλ’ οὖν ἄριστος ὡς γεωργὸς ἐκτρέπου | |
| Ἐκεῖνα, σῖτον συλλέγων εἰδημόνως· | |
| Ἔνεστι γὰρ καὶ κρεῖσσον ἐκ τῶν χειρόνων. | |
| Θέλεις δὲ βίβλον ἀντὶ πολλῶν μίαν; | |
| Τὴν Ἀντιόχου πρὸς Εὐστάθιον κτῆσαι πόθῳ | |
| Κλῆσιν λαχοῦσαν πράγμασιν πιστουμένην. | |
| Σοφῶς γὰρ αὕτη τῷ πνευματικῷ (?) λόγῳ | |
| Ἅπασαν ὠφέλειαν ἐκ πάσης βίβλου | |
| Γραφῆς τε χρήσεις συλλαβοῦσα προσφόρως | |
| Τὰ πάντα πεντήκοντα διπλὰ, καὶ πάλιν | |
| Ἁπλοῖς ἀριθμοῖς εἰς τριάκοντα γράφει. | |
| Λόγοις δὲ τούτοις πᾶσιν ὑψηλὸν βίον | |
| Ἀντωνίου μοι πρόσθες ὡς κορωνίδα. |
| Title(s) | Εἰς τοὺς λόγους τῶν ἁγίων πατέρων |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Reader-related epigram |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | Praise of the author |
| Bibliography |
Bibliography category to be determined |
| Number of verses | 70 |
| Occurrence(s) |
[21753] Κρηπὶς ἀρίστη τοῦ μοναστικοῦ βίου
[11th c.]
ROME - Biblioteca Angelica gr. 52 (B.5.7) [11th-12th c.] (f. 212v-213v) (70 verses) |
| Identification | Vassis ICB 2005, 418: "In sermones ss. patrum seu de scriptoribus asceticis" |
| Permalink | https://www.dbbe.ugent.be/types/5037 |
Last modified: 2020-08-10.
