| ·:· Εἰς τοὺς λόγους τῶν ἁγίων πατέρων:- | |
| Κρηπὶς ἀρίστη τοῦ μοναστικοῦ βίου:- | |
| οἱ τῶν γερόντων τῶν σοφῶν ἁπλοὶ λόγοι:- | |
| δηλοῦντες αὐτῶν πράξιν ἐν θεωρία:- | |
| οἱ καὶ κατὰ στοιχεῖον εἰσὶν ἐν βίβλω:- | |
| τούτους καταρχὰς εἰς ἀνάγνωσιν δέον:- | |
| ἅπαντας ἡμᾶς λαμβάνειν καθ’ ἡμέραν:- | |
| ὡς ἐξ ἐδὲμ γὰρ ἐξ ἐκείνων βλυστάνει:- | |
| ἐλάμψεων πηγή τις εἰς σ(ωτηρ)ίαν:- | |
| ἀρχῶν μερισμὸν τεττάρων δεδειγμένη:- | |
| ἐν τῆι μεγίστηι τῶν ἀρετῶν τετρακτύι:- | |
| ἐξ ἧς καθαίρεταί τε καὶ φωτίζεται:- | |
| ἅπας μοναστὴς, τῆι θεοῦ συνεργίᾳ:- | |
| μεθ’ οὓς μέτελθε συγγραφὴν παλλαδίου:- | |
| καὶ δὴ μετ᾽ αὐτὴν τὴν ἰωάννου πάλιν:- || | |
| πρὸς τὸν μαθητὴν σωφρόνιον γραφεῖσαν:- | |
| λειμῶνα δὲ κληθεῖσαν εὔοσμον νέον:- | |
| καὶ τἀλλα τυγχάνοντα τοιουτότροπα:- | |
| καὶ σκητιώτου δανιὴλ τὰ πρακτέα:- | |
| δόξης κατὰ φρόνησιν ἐμποιοῦντά σοι:- | |
| κάλλιστον εἶτ᾽ ἄκουσμα καλλίστου πατρὸς:- | |
| θυμοῦ μαραῖνον τὴν ταρακτικὴν ζέσιν:- | |
| καὶ δωροθέου θεῖα τῶν δωρημάτων:- | |
| ἐν οἷς λογισμῶν τοὺς πολυσχιδεῖς τρόπους:- | |
| τῆς λεπτότητος τῇ διακρίσει γράφει:- | |
| μακαρίου τε τοῦ φερωνύμου λόγους:- | |
| ἐξ ὧν προσευχῆς ἐκμαθὼν θεωρίας:- | |
| εὐχὴν διώξεις καὶ προσευχὴν ἐργάση:- | |
| καὶ κασσιανοῦ τοῦ πνέοντος κασσίαν:- | |
| πῶς δὲ παρήσω τὴν ἰσαὰκ τοῦ σύρου:- | |
| ἡσαίου τε τὴν θεόπνευστον βίβλον:- | |
| ὧν ἡ μὲν οἶδεν ἡσύχω καταστάσει:- | |
| τὸν νοῦν πτερῶσαι πρὸς προσευχὰς ἐμπύρους:- | |
| ἡσαίου γραφὴ δὲ πρὸς κοινωνίαν:- | |
| μετ’ εὐσταθείας ἠθικωτάτης ἄγειν:- | |
| ἣν πρακτικῶς δείκνυσιν ἐρρυθμϊσμένην:- | |
| δίελθέ μοι καὶ δέλτον ἐφραὶμ τοῦ σύρου:- | |
| ἀσκητικῶν ἃ γνώσεως πλούτου γέμει:- | |
| ἔπειτ’ ἐκείνην, ἥτις ἐκλήθη κλίμαξ:- | |
| εἰς οὐ(ρα)νὸν πέμπουσα τοὺς βεβηκότας:- | |
| σοφοῦ τε μάρκου πρακτικωτάτους λόγους:- | |
| καὶ τὴν διαδόχου γνωστικὴν ἑκατοντάδα:- | |
| καὶ τὴν διπλὴν μάλιστα τοῦ καρπαθίου:- || | |
| καὶ τοῦ γλυκεροῦ τετραπλῆν θαλασσίου:- | |
| νείλου τὰ χρυσὰ ῥεῖθρα τῶν διδαγμάτων:- | |
| καὶ δῆτα ταῦτα πάντα συγκεκλεικότα:- | |
| τὰ τοῦ πυρίπνου καὶ μεγίστου μαξίμου:- | |
| τί δὲ λέγεις σὺ· τὴν βασιλείου βίβλον:- | |
| τοῦ πανσόφου τε, καὶ μόνου διδασκάλου:- | |
| ἀσκήσεως γραφοῦσαν ἀκριβεῖς τύπους:- | |
| οὐ μὴ μετέλθης, καὶ μάλιστα σὺν πόθω:- | |
| τούτων πρὸ πάντων καὶ πάλιν καὶ πολλάκις:- | |
| πλὴν εἰ μετέλθης ἐκ καλῆς ἀπληστίας:- | |
| καὶ τοῦ ταπεινοῦ τρεῖς βΐβλους εὐαγρίου:- | |
| οὐδὲν βλαβήση μᾶλλον ὠφέλειά σοι:- | |
| γενήσεται καὶ γνώσεως ὄψη βάθος:- | |
| ἐκ πράξεως ὑψοῦν σε πρὸς θεωρίαν:- | |
| εἰ δὲ βλέπεις ποῦ σῖτον ἐν ζιζανίοις:- | |
| ἀλλ’ οὖν ἄριστος ὡς γεωργὸς ἐκτρέπου:- | |
| ἐκεῖνα σῖτον συλλέγων εἰδημόνως:- | |
| ἔνεστι γὰρ καὶ κρεῖσσον ἐκ τῶν χειρόνων:- | |
| θέλεις δὲ βίβλον ἀντὶ πολλῶν μίαν:- | |
| τὴν ἀντιόχου πρὸς εὐστάθιον κτῆσαι πόθω:- | |
| κλῆσιν λαχοῦσαν πράγμασιν πιστουμένην:- | |
| σοφῶς γὰρ αὕτη τῶι συνοπτικῶι λόγωι:- | |
| ἅπασαν ὠφέλειαν ἐκ πάσης βίβλου:- | |
| γραφῆς τε χρήσεις συλλαβοῦσα προσφόρως:- | |
| τὰ πάντα πεντήκοντα διπλὰ καὶ πάλιν:- | |
| ἁπλοῖς ἀριθμοῖς εἰς τριάκοντα γράφει:- | |
| λόγοις δὲ τούτοις πᾶσιν ὑψηλὸν βίον:- | |
| ἀντωνίου μοι πρόσθες ὡς κορωνίδα:- |
Last modified: 2016-10-28.
