Type 4999
(formerly typ/3052)
| Τοῦ παντάνακτος καὶ Θεοῦ Λόγου φύσει | |
| τὴν πρὸς βροτοὺς ξένην τε καὶ ὑπὲρ λόγον | |
| ἀσύγχυτον πρόσληψιν, ἄφραστον κρᾶσιν, | |
| Μωσῆς μὲν ἤδη τῷ νόμῳ διαγράφων | |
| δήλους παριστᾷ τῷ τύπῳ τὰς ἐκβάσεις, | |
| ταύτης προφαίνων εὐμαρῶς τὰς εἰσόδους, | |
| ὡς ἡ Γένησις, Ἔξοδος, Ἀριθμοί τε, | |
| τὸ Λευϊτικὸν καὶ τοῦ Δευτέρου νόμου | |
| ἡ βίβλος ἡμᾶς ἐκδιδάσκει πανσόφως, | |
| δι᾽ ὧν προῆλθε παντάναξ Θεὸς Λόγος | |
| ὡς δημιουργὸς οὐρανοῦ τε καὶ χθονός, | |
| τὰ πάντα λοιπὸν ὡς ἐπίσταται μόνος | |
| διευθύνων βροτῶν περ εἰς σωτηρίαν. | |
| οὕτω γὰρ ἦρκε πρὸς ἑαυτὸν τοὺς φίλους | |
| ἐκ γῆς ἀνυψῶν θαύμασιν ὑπὲρ φύσιν, | |
| οὕτως Ἰησοῦς καὶ Κριταί, Ροῦθ ὡς ξένη | |
| καὶ Βασιλειῶν ἡ τετράριθμος βάσις, | |
| οὕτως ὁ Ἔσδρας τοῖν δυοῖν τῶν βιβλίων | |
| αἴρει τὸ κῦδος καὶ γεραίρει τὸ σθένος, | |
| οὕτω γυναῖκες εὐσεβῆ πανοπλίᾳ, | |
| Ἐσθήρ, Ἰουδὴθ ἐκραταίωσαν νίκας, | |
| οὕτως ὁ Τωβὶτ ἐκκαθαίρεται λύμης, | |
| τῶν ὀμμάτων γὰρ ἔσχε συμφορῶν πέρας, | |
| οὕτω δὲ λοιπὸν καὶ τὰ τῶν Μακκαβαίων | |
| εἰς ὕψος ἦρται τῆς πρὸς αὐτὸν ἀγάπης, | |
| οὕτως Ἰὼβ μὲν καρτερεῖ τὴν κοπρίαν, | |
| Σατᾶν δὲ βάλλει τὴν ὀλέθριον πλάνην, | |
| οὕτως ὁ Δαυὶδ ὡς ᾄδει τὴν κιννύραν | |
| υἱὸν ἑαυτοῦ τὸν Χριστὸν προδεικνύει, | |
| οὕτω σοφίας εὗρεν Σαλομὼν πλάτος, | |
| οὕτω προφητῶν πνευματέμφορον στόμα | |
| σαφῶς ἐλευσόμενον Χριστὸν προγράφει· | |
| εἷς γὰρ προῆλθεν ἐκ δυοῖν ἐναντίων, | |
| μέροψ τέλειος καὶ Θεὸς φύσει πέλων. | |
| οὕτω τετρακτὺς τῶν σοφῶν θεηγόρων | |
| εὐαγγελιστῶν αὖθις ἐμπεδοῖ φόβῳ, | |
| οὕτω μαθητῶν οἱ θεόπνευστοι λόγοι, | |
| Παύλου τε τοῦ κήρυκος ἔνθεον στόμα | |
| ἐπιστολαῖς εἵλκυσαν τὴν οἰκουμένην· | |
| τί γάρ ἐρευνᾶν ✝τὴν τομὴν✝ τῶν φληνάφων; | |
| οὕτω Λέων ὁ θερμὸς ἐντολῶν φύλαξ, | |
| πιστὸς ταμίας τῶν ἀνακτόρων πέλων, | |
| τῆς εὐσεβείας εὐκλεῶς τὰς ἀξίας | |
| φέρων ἑαυτῷ, τὴν πρωτοσπαθαρίου, | |
| πατρικίου τε καὶ τὴν τοῦ πραιποσίτου, | |
| ἐπείπερ ὄλβον ὥσπερ ἐν τῇ καρδίᾳ | |
| τέτευχεν πίστιν, ναὶ γὰρ οὕτω καὶ βίβλοις | |
| ταύτην τεθεικώς, δῶρον ἐμπύρῳ πόθῳ | |
| τῇ Παρθένῳ καὶ μητρὶ τοῦ Θεοῦ Λόγου, | |
| δέλτον προσάγει τήνδε τὴν θεηγόρον | |
| ἔχουσαν ἔνδον πᾶσαν ἔνθεον βίβλον, | |
| λύτρωσιν ἔνθεν ἀμπλακημάτων θέλων | |
| σαφῶς μετασχεῖν, οὐδὲ γὰρ κατ’ ἀξίαν | |
| εὑρεῖν τις ἰσχύσειεν ὄλβον προσφέρειν. | |
| δέχοιο δ᾽ ἔνθεν, ὦ πανύμνητε κόρη, | |
| διδοῦσ᾽ ἀεί μοι πνεῦμα συντετριμμένον, | |
| λαμπρὸν βίον τε καὶ καθαρὰν καρδίαν | |
| πλουτεῖν ὅπως με τῆς ἄνω τυχεῖν δόξης, | |
| τόν σοι τὸ δῶρον καὶ καλῷ μου προστάτῃ | |
| Νικολάῳ σπένδοντα καρδίας πόθῳ. |
| Title(s) | Ἴαμβοι δηλοῦντες τόν τε ἀκριβῆ ἀριθμὸν τῶν βιβλίων καὶ τὴν σύνθεσιν παλαιᾶς τε κ(αὶ) νέας, καὶ τὸν κτήτορα ὑποφαίνοντα τὸν ταῦτα γεγραφότα. |
| Text source | A. Rhoby, 2018, Ausgewählte Byzantinische Epigramme in Illuminierten Handschriften, Wien: 472-476 |
| Text status | Text completely known |
| Editorial status | Critical text |
| Genre(s) | |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | |
| Tag(s) | |
| Critical Notes | 40 ✝τὴν τομὴν✝ ] τὴν τόλμην or τοὺς τόμους Mango |
| Translation(s) |
|
| Bibliography |
Primary
|
| Number of verses | 60 |
| Occurrence(s) |
[21955] τοῦ παντάνακτος καὶ θεοῦ λόγου φύσει
[926-975]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Reg. gr. 1 [926-975] (f. 1r-1v) (60 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification |
|
| Permalink | https://www.dbbe.ugent.be/types/4999 |
Last modified: 2021-09-03.
