Occurrence 21955
(formerly occ/5822)

+ ἴαμβοι δηλοῦντες· τόν τε ἀκριβῆ ἀριθμὸν | τῶν βιβλίων καὶ την σύνθεσιν παλαιᾶς τε κ(αὶ) | νεας: καὶ τον κτήτορα ὑποφαίνοντα τον | ταῦτα γεγραφότα:
 
+ τοῦ παντάνακτος καὶ θεοῦ λόγου φύσει:
τὴν πρὸς βροτοὺς ξένην τε καὶ ὑπερλόγον:
ἀσύγχυτον πρόσληψιν ἄφραστον κράσιν:
μωσῆς μὲν ἤδη τὸν νόμον διἀγράφων:
δήλους παριστᾶ τῶ τύπω τὰς ἐκβάσεις:
ταύτης προφαίνων εὐμαρῶς τὰς εἰσόδους:
ὡς ἡ γένησις ἔξοδος ἀριθμοί τε:
τὸ λευιτικὸν καὶ τοῦ δευτέρου νόμου:
ἡ βίβλος ἡμᾶς ἐκδιδάσκει πανσόφως:
δι᾽ ὧν προῆλθε παντάναξ θ(εο)ς λόγος:
ὡς δημιουργὸς οὐρανοῦ τε καὶ χθονός:
τὰ πάντα λυπὸν ὡς ἐπίσταται μόνος:
διἐυθύνων βροτῶν περ εἰς σωτηρίαν:
οὕτω γὰρ ἦρκεν πρὸς ἑαυτὸν τοὺς φίλους:
ἐκ γῆς ἀνυψῶν θαύμασιν ὑπερ φύσιν:
οὕτως ιησοῦς καὶ κριταὶ ροὺθ ὡς ξένοι:
καὶ βασιλειῶν ἡ τετράριθμος βάσις:
οὕτως ὁ ἔσδρας τοῖν δυοῖν τῶν βιβλίων:
αἴρει το κῦδος καὶ γεραίρει τὸ σθένος:
οὕτω γυναίκες εὐσεβῆ πανοπλία:
ἐσθὴρ ιουδὴθ ἐκραταίωσαν νίκας:
οὕτως ὁ τωβὶτ ἐκκαθαίρεται λίμης:
τῶν ὀμμάτων γὰρ ἔσχε σύμφορῶν πέρας:
οὕτω δὲ λοιπὸν καὶ τα τῶν μακκαβαίων:
εἰς ὕψος ἤρται τῆς προς αὐτὸν ἀγάπης:
οὕτως ἰὼβ μὲν καρτερεῖ τὴν κοπρίαν:
σατᾶν δὲ βάλλει τὴν ὀλέθριον πλάνην:
οὕτως ὁ δα(υι)δ ὠς ἅδει τὴν κιννύραν:
υἱὸν ἐαυτοῦ τὸν χ(ριστο)ν προδεικνύει:
οὕτω σοφίας εὖρεν σαλομῶν πλάτος:
οὕτω προφητῶν πνευματέμφορον στόμα:
σαφῶς ελευσόμενον χ(ριστο)ν προγράφει:
εἷς γὰρ προῆλθεν ἐκ δυοῖν ἐναντίων:
μέρωψ τέλειος καὶ θ(εο)ς φύσει πέλων:
οὕτω τετρακτὺς τῶν σοφων θεηγόρω(ν)
εὐἀγγελιστῶν αὖθης ἐμπεδοῖ φόβω:
οὕτω μαθητῶν οἱ θεόπνευστοι λόγοι:
παύλου τε τοῦ κήρυκος ἔνθεον στόμα:
ἐπιστολαις εἵλκυσαν τὴν οἰκουμένην:
τί γὰρ ἐρευνᾶν τὴν τομὴν τῶν φληνάφων
οὕτω λέων ὁ θερμὸς ἐντολῶν φύλαξ:
πιστὸς ταμείας τῶν ἀνακτόρων πέλων:
τῆς εὐσεβείας εὐκλεῶς τὰς ἀξίας:
φέρων ἑαυτῶ την πρωτοσπαθαρίου:
πατρικίου τε καὶ τὴν του πρεποσίτου
ἐπείπερ ὄλβον ὥσπερ ἐν τῆ καρδία:
τέτευχεν πίστιν ναὶ γὰρ οὕτω καὶ βίβλοις
ταύτην τεθηκῶς δῶρον ἐμπύρω πόθω
τῆ παρθένω καὶ μ(ητ)ρι τοῦ θεοῦ λόγου:
δέλτον προσάγει τήνδε τὴν θεηγόρον:
ἔχουσαν ἔνδον πάσαν ἔνθεον βίβλον:
λυτρωσιν ἔνθεν ἀμπλακημάτων θέλοι
σαφῶς μετασχεῖν οὐδε γὰρ καταξίαν:
εὑρεῖν τίς ἰσχύσειεν ὄλβον προσφέρειν:
δέχοιο δ᾽ ἔνθεν ὦ πανυμνητε κόρη:
διδοῦς ἀεί σοι πνεῦμα συντετριμμένον
λαμπρὸν βίον τε καὶ καθαρὰν καρδίαν:
πλουτῆν ὅπως με τῆς ἄνω τυχεῖν δόξης:
τόν σοι τὸ δῶρον καὶ καλῶ μου προστατη:
νικολάω σπένδοντι καρδιας πόθω:-
Type(s) [4999] Τοῦ παντάνακτος καὶ Θεοῦ Λόγου φύσει (60 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 926-975
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Reg. gr. 1 [926-975]
Place in Manuscript f. 1r-1v
Person(s)
Patron
Leon Sakellarios (10th c.) - PMBZ: 26573: "Personenkennziffer: 24419" - RGK: - VGH: - PBE: - PBW: - PLP:
Palaeographical information Written in red ink, in biblical majuscule.
Contextual information The epigram is written at the beginning of the manuscript.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment Mango (2011: 64): 'the length of the epigram (60 verses) corresponds to the 60 books originally contained in the manuscript'.
Image source(s) https://digi.vatlib.it/view/MSS_Reg.gr.1.pt.B/0009
Bibliography
Number of verses 60
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21955
Last modified: 2021-05-18.