Type 4671
(formerly typ/2756)

Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας
νοὸς Μανουήλ, τοῦ νόων βασιλέως,
Ῥώμης νέας ἄνακτος, ἔρνους πορφύρας,
ὃς πάντα δρᾶν σώζοντα τοὺς ὑπηκόους
θέλων ἀειμέριμνον αὐχεῖ καρδίαν.
Καὶ γὰρ μυριόλεκτος ἐκ πάσης βίβλου
χρῆσις Γραφῶν ἐνταῦθα συγκατεγράφη,
δι᾿ ὧν μαθεῖν ἔξεστιν ἀτρέπτοις λόγοις
τοῦ Πνεύματος μὲν τοῦ Θεοῦ καὶ Κυρίου
τὴν ἐκπόρευσιν ἐκ Θεοῦ Πατρὸς μόνου,
πάντας δ᾿ ἀνορθοῦν τὰς φρένας στρεβλουμένους
πρὸς γνῶσιν ὀρθῶν συνοδικῶν δογμάτων.
Καὶ γὰρ ὁρᾶν ἔξεστι καὶ γεγραμμένον
τοῦτον τὸν ἀσύγκριτον εἰς νοῦν, εἰ σθένος·
ἐνταῦθα μὲν πῶς ἐκ μελιχρῶν χειλέων
τῆς ἐκ παλαιᾶς προσλαλεῖ Ῥώμης θύταις,
τοῖς δ᾿ ἀρχιθύταις ἀλλαχοῦ καὶ προκρίτοις
τῶν Ἀλαμανῶν συνομιλεῖ πανσόφως,
αὖθις δὲ θύταις, λευίταις, δικασπόλοις
τῶν Σικελῶν σύνεστιν εἰς ὁμιλίαν,
ἀναμφιλέκτοις συλλογισμοῖς δεικνύων
τὸ Πνεῦμα Πατρὸς ἐκπορεύεσθαι μόνου
ὡς μὴ πρὸς ἀρχὰς ἐκκυλισθῶμεν δύο,
Θεὸν μαθόντες ἐν μοναρχίᾳ σέβειν·
τῶν δ᾿ Ἀρμενικῶν προστάτας θρησκευμάτων,
καινὴν μίαν λέγοντας ἐν Χριστῷ φύσιν,
ἐκ συλλογισμῶν γραφικῶν πείθει λέγειν
διπλὰς ἐν αὐτῷ τὰς φύσεις ἀσυγχύτως,
ψευδεῖς ἐλέγχει τετραρίθμους αἱρέσεις
ὅτι μόνη θέλησις ἐν Χριστῷ μία,
ὡς ἡ Θεοῦ πέπονθεν ἐν σταυρῷ φύσις,
ὡς σὰρξ φθορᾶς ὕπερθεν, ὡς φαντασία.
Ταύτην τὸ λοιπὸν πᾶς ἀναπτύσσων βίβλον
καὶ καρδίας λάρυγγα καὶ ψυχῆς στόμα
καταγλυκάζων Δαυιτικῶς κρινέτω
τύπον νοητῆς βιβλίου κεφαλίδος
Ἰεζεκιὴλ ἐκμελιτούσης στόμα,
ἢ λαβίδα φέρουσαν ἄνθρακος φλόγα
ῥύπασμα πάσης ἐκκαθαίρουσαν πλάνης,
ἢ γοῦν τὸ Χριστοῦ μυστικώτατον πτύον,
ἐπεὶ διιστᾷ σῖτον ἐκ τῶν ἀχύρων,
καὶ τὸν μὲν ἐντὸς ἀποθηκῶν εἰσάγει
ἀποστολικῆς εὐσεβοῦς ἐκκλησίας·
ὃς Χριστὸν οἶδε κατὰ γῆς πεπτωκότα
κόκκον καθάπερ καὶ θανόντα σαρκίῳ,
πολὺν δὲ καρπὸν αὖθις ἐκδεδωκότα,
τοὺς δ᾿ ἀχυρώδεις ἀντιδοξούντων λόγους
ἐκπυρπολεῖ καὶ μέχρις εἰς χοῦν λεπτύνει.
Ταύτην ἂν εἴποι καὶ κιβωτόν τις νέαν
πλήρη καθαρῶν μὴ καθαρῶν τε στίφους
ὀρθοφρονούντων δηλαδὴ καὶ δυσφρόνων,
ἐξ ἧς κόραξ μὲν τοῦ Σατὰν πλήρης ζόφου,
θύραν παρελθών, Χριστόν, οὐκ ἀναστρέφει,
ὁ δ᾿ ἀκέραιος ὡς περιστερᾶς τρόπος
οὐκ ἐκτὸς αὐτῆς ἐνδιατρίβειν θέλει,
κάρφος δ᾿ ἐλαίας ἀμφὶ τὸ στόμα φέρει,
ὡς οἷα Χριστοῦ σάρκα κηρύττειν ἔχων
θείας ἐλαίῳ φύσεως κεχρισμένην·
οὐ χρήσεων δὲ Γραφικῶν γέμει μόνον,
ἀλλ᾿ ἐξελέγχειν τοὺς ἐναντίους ἔχει
καὶ συλλογισμοῖς ἀποδεικτικωτάτοις
ὡς ἐμφέρειαν εἰσφέρειν φραγελλίου,
ὃ σχοινίοις ἔπλεξε Χριστοῦ παλάμη,
δι᾿ οὗπερ ἀνέστρεψε τραπέζας ὅλας
τῶν κερματιστῶν ἱεροῦ ῥίπτων μέσον·
ἐν γὰρ ἀφύκτοις συλλογισμῶν πλεκτάναις
στερρῶς ἀπάγχειν τοὺς θρασυστόμους σθένει
μίαν Τριάδος κερματίζοντας φύσιν
εἰς ἀσυνάπτους ἀλλοφύλους οὐσίας,
ἢ συγχέοντας εἰς ὑπόστασιν μίαν,
ὅσοι τε Χριστοῦ κολλυβίζοντες φύσεις
ἢ πρὸς μίαν φύρουσι τὰς δύο κρᾶσιν,
ἢ γοῦν διπλᾶς λέγουσι τὰς ὑποστάσεις.
Τοιόνδε τὸ σπούδασμα τοῦ βασιλέως,
τοσοῦτον ἔργον εὐσεβοφρόνων βάθρον,
ἀντιφρόνων δὲ δογμάτων ἀστασίαν
εἰς νοῦν μὲν ὠδίνησεν ὁ σκηπτροκράτωρ,
πνεῦμα σοφίας συλλαβῶν σωτηρίου,
εἰς φῶς δὲ νῦν ἤνεγκε τούτου τὸν τόκον
ὡς δεύτερος δ᾿ ὢν Ἰσραὴλ Θεὸς νέου.
Πιστῷ μὲν εἰς πᾶν ἐκ γεναρχῶν οἰκέτῃ
οὕτω θελήσας, τόνδε πιστεύει πόνον,
ὅς ἐστιν Ἀνδρόνικος ἐκ μητρὸς Δούκας,
ὁ πανσέβαστος Καματηρὸς πατρόθεν,
μέγας τε Δρουγγάριος ἐκ τῆς ἀξίας
ὡς δ᾿ οἷα πλάκας μυστικὰς ἄλλας νέας
τῷ παντὶ κόσμῳ τήνδε τὴν βίβλον νέμει,
τὴν Ὁπλοθήκην Ἱερὰν καλουμένην
θεογράφων φέρουσαν ὕψος δογμάτων.
Θεὸς δὲ τριὰς ἡ μόναρχος οὐσία
ζωῆς μὲν αὐτῷ καὶ θρόνου τὰς ἡμέρας
εἴη συναύξων οὐρανοῦ ταῖς ἡμέραις,
δοίη δὲ πᾶσαν κοσμικὴν μοναρχίαν
καὶ τὴν συναυτάνασσαν ἐκ ῥηγῶν γένους
καὶ πριγκιπικῆς εὐκλεοῦς ῥιζουχίας,
γένοιτο τηρῶν εἰς μακρὰν συζωΐαν
σὺν τῷ νεανθεῖ πορφυροβλάστῳ ῥόδῳ,
στέφος φέροντι τοῦ κράτους Ἀλεξίῳ,
τῶν οὐρανῶν δὲ τὴν βασιλείαν τέλος
κλήρωμα τούτοις ἀμετάτρεπτον νέμοι.
Title(s) Ἐπίγραμμα τῆς βίβλου δι' ἴαμβων στίχων τοῦ πρωτοκουροπαλάτου κυροῦ Γεωργίου τοῦ Σκυλίτζη
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Person(s)
Poet
George Skylitzes - PBW: Georgios/264/
Metre(s) Dodecasyllable
Subject(s) Andronikos Doukas Kamateros - PBW: Andronikos/112/
Tag(s)
Comment Title; Hardt (1806b: 490): 'Ἐπίγραμμα τῆς βίβλου δι' ἴαμβων στίχων τοῦ πρωτοκυροπαλάτου κυροῦ γεωργίου τοῦ σκυλίτζῆ.'
Bibliography
Number of verses 100
Occurrence(s)
Identification
  • Vassis ICB 2005, 388: "Georg. Scylitzes, In Andronici Camateri armamentarium sacrum:"
  • Vassis ICB 2011, 232: "Georg. Scylitzes, In Andronici Camateri armamentarium sacrum:"
Permalink https://www.dbbe.ugent.be/types/4671
Last modified: 2020-08-10.