| Ἐπίγραμμα τῆς βίβλου δι᾿ ἰάμβων στίχων τοῦ πρωτοκοροπαλάτου Κυροῦ Γεωργίου τοῦ Σκυλίτζη |
| |
| Καὶ τοῦτο δεῖγμα τῆς ἀριστοβουλίας |
| νοὸς Μανουήλ, τοῦ νόω βασιλέως, |
| Ῥώμης νέας ἄνακτος, ἔρνους πορφύρας, |
| ὃς πάντα δρᾶν σώζοντα τοὺς ὑπηκόους |
| θέλων ἀειμέριμνον αὐχεῖ καρδίαν. |
| Καὶ γὰρ μυριόλεκτος ἐκ πάσης βίβλου |
| χρῆσις Γραφῶν ἐνταῦθα συγκατεγράφη, |
| δι᾿ ὧν μαθεῖν ἔξεστιν ἀτρέπτοις λόγοις |
| τοῦ Πνεύματος μὲν τοῦ Θεοῦ καὶ Κυρίου |
| τὴν ἐκπόρευσιν ἐκ Θεοῦ Πατρὸς μόνου, |
| πάντας δ᾿ ἀνορθοῦν τὰς φρένας στρεβλουμένους |
| πρὸς γνῶσιν ὀρθῶν συνοδικῶν δογμάτων. |
| Καὶ γὰρ ὁρᾶν ἔξεστι καὶ γεγραμμένον |
| τοῦτον τὸν ἀσύγκριτον γε νοῦν, εἰ σθένος· |
| ἐνταῦθα μὲν πῶς ἐκ μελιχρῶν χειλέων || |
| τῆς ἐκ παλαιᾶς προσλαλεῖ Ῥώμης θύταις, |
| τοῖς δ᾿ ἀρχιθύταις ἀλλαχοῦ καὶ προκρίτοις |
| τῶν Ἀλαμανῶν συνομιλεῖ πανσόφως, |
| αὖθις δὲ θύταις, λευίταις, δικασπόλοις |
| τῶν Σικελῶν σύνεστιν εἰς ὁμιλίαν, |
| ἀναμφιλέκτοις συλλογισμοῖς δεικνύων |
| τὸ Πνεῦμα Πατρὸς ἐκπορεύεσθαι μόνου |
| ὡς μὴ πρὸς ἀρχὰς ἐκκυλισθῶμεν δύο, |
| Θεὸν μαθόντες ἐν μοναρχίᾳ σέβειν· |
| τῶν δ᾿ Ἀρμενικῶν προστάτας θρησκευμάτων, |
| καινὴν μίαν λέγοντας ἐν Χριστῷ φύσιν, |
| ἐκ συλλογισμῶν γραφικῶν πείθει λέγειν |
| διπλὰς ἐν αὐτῷ τὰς φύσεις ἀσυγχύτως, |
| ψευδεῖς ἐλέγχει τετραρίθμους αἱρέσεις |
| ὅτι μόνη θέλησις ἐν Χριστῷ μία, |
| ὡς ἡ Θεοῦ πέπονθεν ἐν σταυρῷ φύσις, |
| ὡς σὰρξ φθορᾶς ὕπερθεν, ὡς φαντασία. |
| Ταύτην τὸ λοιπὸν πᾶς ἀναπτύσσων βίβλον |
| καὶ καρδίας λάρυγγα καὶ ψυχῆς στόμα |
| καταγλυκάζων Δαυιτικῶς κρινέτω |
| τύπον νοητῆς βιβλίον κεφαλίδος |
| Ἰεζεκιὴλ ἐκμελιτούσης στόμα, |
| ἢ λαβίδα φέρουσαν ἄνθρακος φλόγα |
| ῥύπασμα πάσης ἐκκαθαίρουσαν πλάνης, |
| ἢ γοῦν τὸ Χριστοῦ μυστικώτατον πτύον, |
| ἐπεὶ διιστᾷ σῖτον ἐκ τῶν ἀχύρων, |
| καὶ τὸν μὲν ἐντὸς ἀποθηκῶν εἰσάγει || |
| ἀποστολικῆς εὐσεβοῦς ἐκκλησίας· |
| ὃς Χριστὸν οἶδε κατὰ γῆς πεπτωκότα |
| κόκκον καθάπερ καὶ θανόντα σαρκίῳ, |
| πολὺν δὲ καρπὸν αὖθις ἐκδεδωκότα, |
| τοὺς δ᾿ ἀχυρώδεις ἀντιδοξούντων λόγους |
| ἐκπυρπολεῖ καὶ μέχρις εἰς χοῦν λεπτύνει. |
| Ταύτην ἂν εἴποι καὶ κιβωτόν τις νέαν |
| πλήρη καθαρῶν μὴ καθαρῶν τε στίφους |
| ὀρθοφρονούντων δηλαδὴ καὶ δυσφρόνων, |
| ἐξ ἧς κόραξ μὲν τοῦ Σατὰν πλήρης ζόφου, |
| θύραν παρελθών, Χριστόν, οὐκ ἀναστρέφει, |
| ὁ δ᾿ ἀκέραιος ὡς περιστερᾶς τρόποις |
| οὐκ ἐκτὸς αὐτῆς ἐνδιατρίβειν θέλει, |
| κάρφος δ᾿ ἐλαίας ἀμφὶ τὸ στόμα φέρει, |
| ὡς οἷα Χριστοῦ σάρκα κηρύττειν ἔχων |
| θείας ἐλαίῳ φύσεως κεχρισμένην· |
| οὐ χρήσεων δὲ Γραφικῶν γέμει μόνον, |
| ἀλλ᾿ ἐξελέγχειν τοὺς ἐναντίους ἔχει |
| καὶ συλλογισμοῖς ἀποδεικτικωτάτοις |
| ὡς ἐμφέρειαν εἰσφέρειν φραγγελλίου, |
| ὃ σχοινίοις ἔπλεξε Χριστοῦ παλάμη, |
| δι᾿ οὗπερ ἀνέστρεψε τραπέζας ὅλας |
| τῶν κερματιστῶν ἱεροῦ ῥίπτων μέσον· |
| ἐν γὰρ ἀφύκτοις συλλογισμῶν πλεκτάναις |
| στερρῶς ἀπάγχειν τοὺς θρασυστόμους σθένει |
| μίαν Τριάδος κερματίζοντας φύσιν |
| εἰς ἀσυνάπτους ἀλλοφύλους οὐσίας, || |
| ἢ συγχέοντας εἰς ὑπόστασιν μίαν, |
| ὅσοι τε Χριστοῦ κολλυβίζοντες φύσεις |
| ἢ πρὸς μίαν φύρουσι τὰς δύο κρᾶσιν, |
| ἢ γοῦν διπλᾶς λέγουσι τὰς ὑποστάσεις. |
| Τοιόνδε τὸ σπούδασμα τοῦ βασιλέως, |
| τοσοῦτον ἔργον εὐσεβοφρόνων βάθρον, |
| ἀντιφρόνων δὲ δογμάτων ἀστασίαν |
| εἰς νοῦν μὲν ὠδίνησεν ὁ σκηπτροκράτωρ, |
| πνεῦμα σοφίας συλλαβῶν σωτηρίου, |
| εἰς φῶς δὲ νῦν ἤνεγκε τούτου τὸν τόκον |
| ὡς δεύτερος δ᾿ ὢν Ἰσραὴλ Θεὸς νέου. |
| Πιστῷ μὲν εἰς πᾶν ἐκ γεναρχῶν οἰκέτῃ |
| οὕτω θελήσας, τόνδε πιστεύει πόνον, |
| ὅς ἐστιν Ἀνδρόνικος ἐκ μητρὸς Δούκας, |
| ὁ πανσέβαστος Καματηρὸς πατρόθεν, |
| μέγας τε Δρουγγάριος ἐκ τῆς ἀξίας |
| ὡς δ᾿ οἷα πλάκας μυστικὰς ἄλλας νέας |
| τῷ παντὶ κόσμῳ τήνδε τὴν βίβλον νέμει, |
| τὴν Ὁπλοθήκην Ἱερὰν καλουμένην |
| θεογράφων φέρουσαν ὕψος δογμάτων. |
| Θεὸς δὲ τριὰς ἡ μόναρχος οὐσία |
| ζωῆς μὲν αὐτῷ καὶ θρόνου τὰς ἡμέρας |
| εἴη συναύξων οὐρανοῦ ταῖς ἡμέραις, |
| δοίη δὲ πᾶσαν κοσμικὴν μοναρχίαν |
| καὶ τὴν συναυτάνασσαν ἐκ ῥηγῶν γένους |
| καὶ πριγκιπικῆς εὐκλεοῦς ῥιζουχίας, |
| γένοιτο τηρῶν εἰς μακρὰν συζωΐαν || |
| σὺν τῷ νεανθεῖ πορφυροβλάστῳ ῥόδῳ, |
| στέφος φέροντι τοῦ κράτους Ἀλεξίῳ, |
| τῶν οὐρανῶν δὲ τὴν βασιλείαν τέλος |
| κλήρωμα τούτοις ἀμετάτρεπτον νέμοι. |