Type 4612
(formerly typ/2691)
| Τοὺς ἀφορισμοὺς ἀγαπῶν Ἱπποκράτους, | |
| ὡς ὠφελεῖ οὐ βραχείας πραχθέντας· | |
| θέλων τε τούτους ἐντρύφημα κατέχειν | |
| πάντων ἐνύλων κρατεῖ ἐντρυφημάτων· | |
| π(...) μὲν χρόνων σφὰς ἠρξάμην πολλῶν γράφειν | |
| τέλος δ' ἔθηκα τῇ γραφῇ ταύτῃ μόλις· | |
| ὀψιτέλεστος δ' ἡ γραφή μοι συνέβη, | |
| οὐκ ἐξ ὀλίγων, ἀλλὰ πολλῶν αἰτίων | |
| νοσημάτων τε χαλεπῶν καὶ ποι(...)ων | |
| καὶ παντοδαπῶν ἐν βίῳ μελημάτων | |
| καὶ συνχόντων ἄμα δυστυχημάτων | |
| εἴπω τἀληθὲς· οὐ γὰρ ἄλλως δεῖ λέγειν· | |
| τούτοις συνῆν ἅπασι καὶ ῥαθυμίᾳ· | |
| ἣ τίς με καὶ πρὶν, ἀλλὰ νῦν σφοδρῶς ἔχει· | |
| ἔοικε δ' αὕτη μὴ συνείναι μοι φύσει, | |
| ἀλλ' ἐν τήκεσθαι πρός γε τῆς ἀθυμίας | |
| δυοῖν δὲ τούτους ἐκ βίβλων ἐγεγράφειν· | |
| τῆς τε στεφάνου τοῦ λίαν σοφωτάτου | |
| καὶ Θεοφίλου τοῦ βραχυλογωτάτου, | |
| πηγῶν ὕδωρ ἀντλήσας ἐξ ἀλλοτρίων· | |
| ὅπερ συνηθές ἐστι τοῖς παναπόροις, | |
| πλὴν ἀλλὰ τέλος τῇ γραφῇ θεὶς ὡς ἔφιν | |
| τῷ παντελείῳ τοῦ Θεοῦ Πατρὸς λόγῳ, | |
| Χριστῷ προσάγω πάλιν εὐχαριστείαν. |
| Text source | DBBE (based on occurrence Τοὺς ἀφορισμοὺς ἀγαπῶν ἱπποκράτ(ους)) |
| Text status | Text partially unknown |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | Hippocrates of Kos < Greece (6th c. BC - 5th c. BC) |
| Tag(s) | |
| Comment | The text is currently based on the occurrence in Ambros. S 19 sup, which contains certain illegible passages due to faded ink. |
| Bibliography | |
| Number of verses | 24 |
| Occurrence(s) |
[21145] Τοὺς ἀφορισμοὺς ἀγαπῶν ἱπποκράτ(ους)
[10/03/1348]
MILAN - Biblioteca Ambrosiana S 19 sup. [10/03/1348] (f. 189r) (24 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 794: "Librarii subscr." |
| Permalink | https://www.dbbe.ugent.be/types/4612 |
Last modified: 2020-03-06.
