Occurrence 21145
(formerly occ/4874)
Τοὺς ἀφορισμοὺς ἀγαπῶν ἱπποκράτ(ους)· | |
Ὡς ὠφελεῖ οὐ βραχεί(ας) πραχθέντ(ας)· | |
Θέλων τε τούτους ἐντρύφημα κατέχειν, | |
Πάντ(ων) ἐνύλων κραττ ἐντρυφημ(ά)τ(ων)· | |
Π(...) μ(ὲν) χρόν(ων) σφὰς ἠρξάμην πολλ(ῶν) γράφειν· | |
Τέλος δ' ἔθηκα τῆ γραφῆ ταύτη μόλις | |
Ὀψιτέλεστος δ' ἡ γραφή μοι συνέβη, | |
Οὐκ ἐξ ὀλίγων, ἀλλὰ πολλῶν αἰτίων | |
Νοσημ(ά)τ(ων) τε χαλεπῶν κ(αὶ) ποι(...)(ων) | |
Καὶ παντοδαπῶν ἐν βίω μελημάτων | |
Καὶ συνχόντ(ων) ἄμα δυστυχημάτων· | |
Εἴπω τἀληθὲς· οὐ γὰρ ἄλλ(ως) δεῖ λέγ(ειν) | |
Τούτοις συνῆν ἅπασι καὶ ῥαθυμία· | |
Ἣ τίς με καὶ πρὶν, ἀλλὰ νῦν σφοδρ(ῶς) ἔχει· | |
Ἔοικε δ' αὕτη μὴ συνείναι μοι φύσει· | |
Ἀλλ' ἐν τήκεσθαι πρός γε τῆς ἀθυμί(ας)· | |
Δυοῖν δὲ τούτους ἐκ βίβλ(ων) ἐγεγράφειν· | |
Τῆς τε στεφάνου τοῦ λί(αν) σοφωτάτου· | |
Καὶ θεοφίλου τοῦ βραχυλογωτάτου· | |
Πηγῶν ὕδωρ ἀντλήσ(ας) ἐξ ἀλλοτρί(ων)· | |
Ὅπερ συνηθές ἐστι τοῖς παναπόροις· | |
Πλὴν ἀλλὰ τέλος τῆ γραφῆ θεὶς (ὡς) ἔφ(ιν)· | |
Τῶ παντελείω τοῦ θ(εο)ῦ π(ατ)ρ(ὸ)ς λόγω· | |
Χ(ριστ)ῶ προσάγω πάλ(ιν) εὐχαριστεί(αν):- |
Type(s) | [4612] Τοὺς ἀφορισμοὺς ἀγαπῶν Ἱπποκράτους (24 verses) |
Text source | DBBE (Autopsy of the manuscript) |
Text status | Text completely known |
Date | 1348 |
Manuscript | MILAN - Biblioteca Ambrosiana S 19 sup. [1348] |
Place in Manuscript | f. 189r |
Person(s) | |
Palaeographical information | Written on two columns, to be read horizontally. Initials written in red ink. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Subject(s) | Hippocrates of Kos < Greece (6th c. BC - 5th c. BC) |
Comment | Text very difficult to read: ink almost completely vanished. |
Bibliography | |
Number of verses | 24 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/21145 |
Last modified: 2021-02-09.