Type 4422
(formerly typ/2524)
Θείης προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων, | |
τὴν ἀχράντοις μητίεσιν ἀμφίστροφ' ἕλκεται αἰών, | |
ἀγγελικῶν τε δάμων χθονίων τ' ἀνθρώπων βουλαί· | |
ἀμφὶ δὲ ἓ κλεινῶς ἑλίσσει περικαλέα κύκλον, | |
πᾶν εἴ τι κτίσεν αἰπὺς πάις μεγάλοιό κε πατρός. | |
Μέσφ' ὅτ' ἀμφὶ κέντρον βαῖεν ἰθύγραμμα θεῖον, | |
μουναδικῇ δ' ἑδρασθεῖεν ἕδρῃ οὔτι πληθούσῃ | |
πράξεσι μητίεσ' ἀργαλέοισι· τὸ γὰρ θέλε Χριστός, | |
πῆξ' ὅτε κύκλα χρόνου ἠδ' Ἄδαμον ἀνέρα κεδνόν, | |
εἰ καὶ δαίμονος ἀνδροφόνοιο πραπίδεσι κακαῖς | |
πάθ' ἄτην ἐν ὀϊζυρῇ κάππεσεν βιοτῇ τε. | |
Τεήν δε προνοίην ὑμνέω ᾄσμασιν εὐαγέεσιν | |
οὔνεχ' ἁπάντων ἄλλων, ἅ μοι τεῦξ' ἄνωθεν, | |
ἠδέ γε τουτουῒ μάλ' ἔργου μεγάλοιο πέλοντος. | |
Ἀντολίη μὲν γὰρ πυρὶ δάμαζ' ἠὲ μαχαίραισι | |
(φεῦ φεῦ φεῦ φεῦ, κακὸν ποῖον δαίμονες τεῦξαν), | |
Χριστὸς δ' ὑπνοῖ κεύθων ἑήν τε μεγάλην βουλήν, | |
ὄφρ' ὄπισθεν κάρτα φαανθῇ θεὸς αἰπύς τε σωτήρ, | |
γυμνώσας ἑὰ μήδεα σωτηρίαν ὄνθ' ἡμῶν, | |
κἂμ ἄλλως δοκέει ἢ ἄμμες ἀμφαγαπῶμεν. | |
Βίβλοι δ' Ἀντολίηθεν, ἃς μὴ πῦρ φλέξε γε, ἧκον | |
πόντου οἶδμα περόωσαι πραπίδεσι προνοίης· | |
ὧν μ' ἀπολαῦσαι δῶκε σαώτης ἄκρῳ θυμῷ | |
οὔτι πονήσανθ' εἵνεκα τούτων, οὐ πόρρω τε | |
ἰόντα, πὰρ δ' οὔρει φάραγγ' ἑζόμενον θ' ἡσύχως, | |
οὐκ αἴᾳ Πέλοπος (πατρίδ' ἔλιπον γὰρ τήνδε), | |
οὔτε Μακεδονίῃ Ἄθῳ θ' ἁγίῳ περικλύτῳ | |
(ἔθνεα ἄμμες γὰρ κεῖθεν ἄνστησεν οὐκ ἐθέλοντας), | |
πὰρ δέ γε Θερμοπύλαισι μυχοὺς εἰσδύντα δασεῖς, | |
βαθείῃ πενίῃ πιεζόμενον μαλ' ἄκρως, | |
σταυρόν τε μοῦνον ἔχωντ' ἀντὶ πάντων, οἷς κόσμος χαίρει, | |
φαεινὸν στῦλον ἐμῆς ζωῆς, ᾧ Χριστὸν θάνεν, | |
ὄφρα ζωώσει βρότει' ἄσπετα φῦλα θνητά. | |
Ἀτὰρ οὐχ ἁπλῶς προνοίῃ τάδ' ἔτευξ' αὐτῷ - - - | |
Κώνσταντα δέ τιν' ἄνστησ' ἔργον ἐς τοῦτο σπουδῇ, | |
Κώνσταντ' οὐμὸν φίλον κατὰ θυμὸν παμφαῆ | |
αὐγῇσιν ἀρετῶν ξυμπάντων, ταῖς θεὸς χαίρει· | |
Κώνσταντα, ᾧ φύτλη πὰρ Σόλωνος νομογράφου | |
γαίης ἐξ ἱερῆς (οἴκησις δ' ἐν Θερμοπύλῃσιν), | |
ὃς μεσίτῃ Βασιλείῳ ὑπὸ μεγάλῳ τάσδε | |
κτήσατο βίβλους κἀμοὶ δῶκ' ἀπολαύειν. | |
Κώνστας γὰρ ἑόρταζε Βασίλειον μέγαν ᾠ - - | |
ἠδ' ὃς Κώνσταντος τέκος Βασίλειον δ' ἡ - - | |
θῆκε δ' ἐν οὐραγῷ φίλον τιμῶν ὑμν - - - | |
δῶκε δὲ βίβλους κεδνὰς Κώνσταντι φ - - -. | |
βαβαὶ καὶ θανὼν τέρας οἷον τελεῖ Βασίλειος. | |
Πόντου Καππαδοκίας τε μέγα κλέος εἰσέτι ζῇ, | |
δοξάσας αὖθις Ἑλλάδα, τὴν οἶδ' ὅσσοις - - -, | |
ὁππότ' ἐνὶ μαθήμασιν ὧδ' ἦν σὺν φίλῳ | |
Γρηγορίῳ λαμπτῆρι θεολογίας μεγάλῳ. | |
Χριστὲ ἄναξ, λίτομαί σε καλῶν παμπληθὲς - - - | |
ὧδε παράσχοις Κώνσταντι παντὶ ξὺν μ . . ρ - - . | |
αὐτόθι γοῦν βασιλείῃ οὐρανίῃ κοσμήσ<αις> | |
τόνδ' ἱλασμοῖς Θεοτόκου ἠὲ Βασ<ιλείου>. | |
Ἰωάκειμος ὑμνῶν προνοίην ἀείσω ταύτ<ην>. |
Text source | A. Papadopoulos-Kerameus, 1915, Ἱεροσολυμιτικὴ βιβλιοθήκη ἤτοι κατάλογος τῶν ἐν ταῖς βιβλιοθήκαις τοῦ ἁγιωτάτου ἀποστολικοῦ τε καὶ καθολικοῦ ὀρθοδόξου πατριαρχικοῦ θρόνου τῶν Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης ἀποκειμένων ἑλληνικῶν κωδίκων (vol. 5), Saint-Petersburg: 192-193 |
Text status | Text partially unknown |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Person(s) | |
Metre(s) | Dactylic hexameter |
Subject(s) | |
Tag(s) | |
Bibliography | |
Number of verses | 55 |
Occurrence(s) |
[20831] Θείης προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων
[1201-1225]
CLEVELAND - Museum of Art 42.0152 [1201-1225] (f. 1v) (55 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 331: "Ioachim mon. Corinthius, In quattuor evangelia" |
Permalink | https://www.dbbe.ugent.be/types/4422 |
Last modified: 2020-11-26.