Occurrence 20831
(formerly occ/4532)

(Στίχοι Ἰωα)κεὶμ μοναχοῦ (τοὐπίκλη)ν τοῦ Κορινθίου.
 
<Θείης> προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων,
τὴν ἀχράντοις μητίεσιν ἀμφίστροφ' ἕλκεται αἰών,
ἀγγελικῶν τε δάμων χθονίων τ' ἀνθρώπων βουλαί·
ἀμφὶ δὲ ἓ κλεινῶς ἑλίσσει περικαλέα κύκλον,
πᾶν εἴ τι κτίσεν αἰπὺς πάις μεγάλοιό κε πατρός.
μέσφ' ὅτ' ἀμφὶ κέντρον βαῖεν ἰθύγραμμα θεῖον,
μουναδικῇ δ' ἑδρασθεῖεν ἕδρῃ οὔτι πληθούσῃ
πράξεσι μητίεσ' ἀργαλέοισι· τὸ γὰρ θέλε Χριστός,
πῆξ' ὅτε κύκλα χρόνου ἠδ' Ἄδαμον ἀνέρα κεδνόν,
εἰ καὶ δαίμονος ἀνδροφόνοιο πραπίδεσι κακαῖς
πάθ' ἄτην ἐν ὀϊζυρῇ κάππεσεν βιοτῇ τε.
τεήν δε προνοίην ὑμνέω ᾄσμασιν εὐαγέεσιν
οὔνεχ' ἁπάντων ἄλλων, ἅ μοι τεῦξ' ἄνωθεν,
ἠδέ γε τουτουῒ μάλ' ἔργου μεγάλοιο πέλοντος.
Ἀντολίη μὲν γὰρ πυρὶ δάμαζ' ἠὲ μαχαίραισι
(φεῦ φεῦ φεῦ φεῦ, κακὸν ποῖον δαίμονες τεῦξαν),
Χριστὸς δ' ὑπνοῖ κεύθων ἑήν τε μεγάλην βουλήν,
ὄφρ' ὄπισθεν κάρτα φαανθῇ θεὸς αἰπύς τε σωτήρ,
γυμνώσας ἑὰ μήδεα σωτηρίαν ὄνθ' ἡμῶν,
κἂμ ἄλλως δοκέει ἢ ἄμμες ἀμφαγαπῶμεν.
βίβλοι δ' Ἀντολίηθεν, ἃς μὴ πῦρ φλέξε γε, ἧκον
πόντου οἶδμα περόωσαι πραπίδεσι προνοίης·
ὧν μ' ἀπολαῦσαι δῶκε σαώτης ἄκρῳ θυμῷ
οὔτι πονήσανθ' εἵνεκα τούτων, οὐ πόρρω τε
ἰόντα, πὰρ δ' οὔρει φάραγγ' ἑζόμενον θ' ἡσύχως,
οὐκ αἴᾳ Πέλοπος (πατρίδ' ἔλιπον γὰρ τήνδε),
οὔτε Μακεδονίῃ Ἄθῳ θ' ἁγίῳ περικλύτῳ
(ἔθνεα ἄμμες γὰρ κεῖθεν ἄνστησεν οὐκ ἐθέλοντας),
πὰρ δέ γε Θερμοπύλαισι μυχοὺς εἰσδύντα δασεῖς,
βαθείῃ πενίῃ πιεζόμενον μαλ' ἄκρως,
σταυρόν τε μοῦνον ἔχωντ' ἀντὶ πάντων, οἷς κόσμος χαίρει,
φαεινὸν στῦλον ἐμῆς ζωῆς, ᾧ Χριστὸν θάνεν,
ὄφρα ζωώσει βρότει' ἄσπετα φῦλα θνητά.
ἀτὰρ οὐχ ἁπλῶς προνοίῃ τάδ' ἔτευξ' αὐτῷ - - -
Κώνσταντα δέ τιν' ἄνστησ' ἔργον ἐς τοῦτο σπουδῇ,
Κώνσταντ' οὐμὸν φίλον κατὰ θυμὸν παμφαῆ
αὐγῇσιν ἀρετῶν ξυμπάντων, ταῖς θεὸς χαίρει·
Κώνσταντα, ᾧ φύτλη πὰρ Σόλωνος νομογράφου
γαίης ἐξ ἱερῆς (οἴκησις δ' ἐν Θερμοπύλῃσιν),
ὃς μεσίτῃ Βασιλείῳ ὑπὸ μεγάλῳ τάσδε
κτήσατο βίβλους κἀμοὶ δῶκ' ἀπολαύειν.
Κώνστας γὰρ ἑόρταζε Βασίλειον μέγαν ᾠ - -
ἠδ' ὃς Κώνσταντος τέκος Βασίλειον δ' ἡ - -
θῆκε δ' ἐν οὐραγῷ φίλον τιμῶν ὑμν - - -
δῶκε δὲ βίβλους κεδνὰς Κώνσταντι φ - - -.
βαβαὶ καὶ θανὼν τέρας οἷον τελεῖ Βασίλειος.
Πόντου Καππαδοκίας τε μέγα κλέος εἰσέτι ζῇ,
δοξάσας αὖθις Ἑλλάδα, τὴν οἶδ' ὅσσοις - - -,
ὁππότ' ἐνὶ μαθήμασιν ὧδ' ἦν σὺν φίλῳ
Γρηγορίῳ λαμπτῆρι θεολογίας μεγάλῳ.
Χριστὲ ἄναξ, λίτομαί σε καλῶν παμπληθὲς - - -
ὧδε παράσχοις Κώνσταντι παντὶ ξὺν μ . . ρ - - .
αὐτόθι γοῦν βασιλείῃ οὐρανίῃ κοσμήσ<αις>
τόνδ' ἱλασμοῖς Θεοτόκου ἠὲ Βασ<ιλείου>.
Ἰωάκειμος ὑμνῶν προνοίην ἀείσω ταύτ<ην>.
Type(s) [4422] Θείης προνοίης θέσκελα ἔργα ἔρχομ' ἀείδων (55 verses)
Text source A. Papadopoulos-Kerameus, 1915, Ἱεροσολυμιτικὴ βιβλιοθήκη ἤτοι κατάλογος τῶν ἐν ταῖς βιβλιοθήκαις τοῦ ἁγιωτάτου ἀποστολικοῦ τε καὶ καθολικοῦ ὀρθοδόξου πατριαρχικοῦ θρόνου τῶν Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης ἀποκειμένων ἑλληνικῶν κωδίκων (vol. 5), Saint-Petersburg: 192-193
Text status Text completely known
Date 1201-1225
Manuscript CLEVELAND - Museum of Art 42.0152 [1201-1225]
Place in Manuscript f. 1v
Person(s)
Patron
Konstans of Thermopylae < Central Greece < Greece - PLP: VI.14256
Scribe
Ioakeim of Korinthos < Corinthia < Peloponnesos < Greece (13th c.) - PLP: IV.8373 (hieromonachos)
Palaeographical information Written in red ink.
Metre(s) Dactylic hexameter
Genre(s) Scribe-related epigram
Image source(s) https://ntvmr.uni-muenster.de/manuscript-workspace/?docid=32381
Number of verses 55
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the 'Institut für Neutestamentliche Textforschung'.

Creator(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20831
Last modified: 2020-04-03.