Type 4196
(formerly typ/2291)
Τῷ Νικολάῳ τὸν προκείμενον λόγον | |
ἐρεύγεται μὲν ὁ στεφηφόρος Λέων· | |
λόχμην γὰρ ἂν εὕροι τίς αὐτοῦ τὸν βίον, | |
κομῶσαν ἀβρῶς ἐν χλιδῇ τεραστίων. | |
Τέρπει δὲ πᾶν ἔμμουσον ἀνθρώπων γένος, | |
ἀλλ’ οὐ θορυβοῖ τοῖς βρυχηθμοῖς τῶν κρότων· | |
βακχεύεται γὰρ ὑπὸ τῆς εὐερμίας, | |
τοῖς ἐντόνοις ἅλμασιν τῆς τέχνης τρέχων, | |
καὶ σκύμνος ἐστὶ καὶ τιθασὸς τὴν φύσιν, | |
οὐδὲν φέρων γνώρισμα θηρὸς αὐθάδους. | |
Ἔστι μὲν οὖν κράτιστον ἰδεῖν τὸν λόγον | |
εἰς ῥυθμόν, εἰς κίνησιν, εἰς νοῦν, εἰς φράσιν, | |
καὶ σχηματισμὸν ἀττικοῦ πλήρη κτύπου· | |
Ἔστι δὲ καὶ πίθηκον αὐτόν που κρίνειν, | |
ἢ πτῶκα δειλὸν πρὸς τὰ λαμπρὰ τοῦ βίου· | |
ἐπείγεται γάρ, ἀλλ’ ὑποστρέφει τρέχων, | |
καὶ τὸν τοσοῦτον ὄγκον οὐκ ἔχει στέγειν. | |
Θάρσος γε μὴν ἄρρητον εὐνοίας φέρων, | |
καὶ δορκάδος πρόεισιν διψώσης πλέον, | |
εἰς τοὺς ἀγωγοὺς τῶν ὑπὲρ φύσιν μύρων. | |
πλὴν ἀγγέλους ἔδει σε θαυμάζειν, μάκαρ, | |
οἷς αὐτὸς ἀνθάμιλλος ἐκ γῆς εὑρέθης, | |
ἀλλ’ οὐ ταπεινοὺς καὶ παρ’ ἀνθρώπων κρότους. | |
Ἐπεὶ δὲ καὶ σὺ κατὰ τὸν σὸν δεσπότην | |
εἰς καρδίαν βρέμουσαν ἐκ πόθου βλέπεις, | |
πρὸς τῶν λόγων ἥδιστα τὴν σχέσιν δέχου. | |
ἀνθ’ ὧν ἐφ ἡμᾶς θαυματουργεῖς ἀφθόνως, | |
χαρισμάτων ἄβυσσον ἐξ ὕψους χέων. | |
Εἰ μὴ γὰρ αὐτὸς πάντας ἡμᾶς εἱστίας, | |
τεραστίων τράπεζαν ἁβρὰν ἀρτύων, | |
τίς ἄν ποτε ζῶν ἐκρότει σε, δεσπότα, | |
κάλλιστε ποιμήν, ἄφθονε πτωχοτρόφε, | |
παγκόσμιον φῶς; Ἀλλ’ ἐπευλόγει θύτα. |
Last modified: 2023-09-05.