Occurrence 25038
(formerly occ/9036)

Τῶ νικολάω τὸν προκείμενον λόγον;
ἐρεύγεται μὲν ὁ στεφηφόρος λέων,
λόχμην γὰρ ἂν εὕροι τίς αὐτοῦ τὸν βί(ον)·
κομῶσαν ἁβρῶς ἐν χλιδῆ τεραστίων·
τέρπει δὲ πᾶν ἔμμουσον ἀν(θρώπ)ων γένος;
ἀλλ’ οὐ θορυβοῖ τοῖς βρυχηθμοῖς τ(ῶν) κρότ(ων)·
βακχεύεται γὰρ ὑπὸ τῆς εὐερμίας·
τὸν ἐντόνοις ἅλμασιν τῆς τέχνης τρέχ(ων)·
καὶ σκύμνος ἐστὶ· καὶ τιθασὸς τὴν φύσ(ιν)
οὐδὲν φέρων γνώρισμα θηρὸς αὐθάδ(ους)·
ἔστι μὲν οὖν κράτιστον ἰδεῖν τὸν λόγον·
εἰς ῥυθμὸν· εἰς κίνησιν· εἰς νοῦν· εἰς φράσ(ιν)·
καὶ σχηματισμὸν ἀττικοῦ πλήρη κτύπου·
ἔστι δὲ κ(αὶ) πίθηκον αὐτόν που κρίνειν·
ἢ πτῶκα δειλὸν, πρὸ(ς) τὰ λαμπρὰ τοῦ βίου·
ἐπείγεται γὰρ· ἀλλ’ ὑποστρέφει τρέχων;
Καὶ τὸν τοσοῦτον ὄγκον οὐκ ἔχει στέγειν·
θάρσος γε μὴν ἄρρητον εὐνοίας φέρων:
καὶ δορκάδος πρόεισι διψώσης πλέον,
εἰς τοὺς ἀγωγοὺς τῶν ὑπὲρ φύσιν μύρων·
πλὴν ἀγγέλους ἔδει σε θαυμάζειν μάκαρ.
οἷς αὐτὸς ἀνθάμιλλος ἐκ γῆς εὑρέθης·
ἀλλ’ οὐ ταπεινοὺς κ(αὶ) παρ’ ἀν(θρώπ)ων κρότους·
ἐπεὶ δὲ κ(αὶ) συ κατὰ τὸν σὸν δεσπότην·
εἰς καρδίαν βρεμούσαν ἐκ πόθου βλέπεις;
πρὸ τῶν λόγων ἥδιστα τὴν σχέσιν δέχου;
ἀνθ’ ὧν ἐφ ἡμᾶς θαυματουργεῖς ἀφθόν(ως),
χαρισμάτων ἄβυσσον ἐξ ὕψους χέων·
εἰ μὴ γὰρ αὐτὸς πάντας ἡμᾶς εἱστίας.
τεραστίων τράπεζαν ἅβραν ἀρτύων·
τίς ἄν ποτε ζῶν ἐκρότη σε δεσπότα·
κάλλιστε ποιμήν· ἄφθονε πτωχοτρόφε·
παγκόσμιον φῶς· ἀλλ’ ἐπευλόγει θύτα:+
Type(s) [4196] Τῷ Νικολάῳ τὸν προκείμενον λόγον (33 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Barb. gr. 583 [14th c.]
Place in Manuscript f. 782v
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Nicholas of Myra < Lycia < Asia Minor < Turkey (saint) (4th c.)
Image source(s) https://digi.vatlib.it/view/MSS_Barb.gr.583/0391
Bibliography
Number of verses 33
Related occurrence(s) [20377] Τῶ νικολάω τὸν προκείμενον λόγον [1421]
ATHOS - Mone Dionysiou 228 [1421] (f. 123v)
(33 verses) (33/33)
Acknowledgements Information on the occurrence courtesy of Krystina Kubina.

Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/25038
Last modified: 2019-09-03.