Type 3999
(formerly typ/2091)
| Τοῦ πολυπλάγκτου δυστυχοῦς Ὀδυσσέως | |
| Ὅμηρος ὧδε ἔγραψε τὰς πανουργίας | |
| δόλους τε πολλοὺς καὶ πλοκὰς τῶν ψευσμάτων, | |
| ὣς ἂν βλέποντες οἱ νέοι καθημέραν | |
| καὶ νοῦν ἐπερείδοντες αὐτοῖς ἐμφρόνως | |
| τὸ κάλλος ἐκπλήττοιντο τῶν νοημάτων | |
| καὶ τὴν ταχίστην συμπλοκήν τε καὶ θέσιν. | |
| Ἀλλ᾽ ὦ πολυτλὰς πλανήτα [τε] καὶ γέρον, | |
| ὁδοὺς ὁ πολλὰς ἐκδραμὼν μακροῦ βίου | |
| πόλεις τε πλείστας εἰσιδὼν ἀνδρῶν νόον | |
| ὁ γνοὺς μαθὼν τε τῶν φρενῶν ἐμπειρία· | |
| εἰ δή γε τὸν σὸν εἰς ἅδην ἐπαινέτην | |
| Ὅμηρον εὕροις, ἄσπασαι καθὼς θέμις, | |
| χάριν δὲ πολλὴν τῶνδε τῶν ἐπῶν χάριν | |
| ἔχειν πρόσειπε τοὺς σοφοὺς νεανίας. |
Last modified: 2021-01-15.
