Type 3920
(formerly typ/2009)
Δόξα σοι, πάτερ, προάναρχε θεέ μου, | |
σὺν τῷ υἱῷ σου Χριστῷ τῷ συνανάρχῳ | |
καὶ πνεύματί σου τῷ ζωαρχικωτάτῳ, | |
ἡ μοναρχία καὶ τρισόλβιος φύσις, | |
ἡ μένουσά τε ἀεὶ εἰς τοὺς αἰῶνας | |
ἡ σῇ προστάξει ἰδοῦσά μοι τὴν χάριν | |
εἰς τὴν παροῦσαν ταύτην βιβλίδα | |
τοῦ μιμητῆ σου Παύλου τοῦ ἀποστόλου | |
χρυσοκηρύκου πάσης τῆς οἰκουμένης· | |
αὐτή με σῶσον τὸν πενιχρόν σου δοῦλον, | |
τὸν ἀμαθῆ με καὶ παντελῶς μὴ γνώθων | |
τῆς σῆς σοφίας τῆς παναρρήτου λόγου. | |
Ἀλλ΄ εἰς τὸ πλῆθος τῆς σῆς φιλανθρωπίας | |
ῥίπτων μου πάσας, Χριστέ μου, τὰς ἐλπίδας | |
μετὰ δακρύων ἀπὸ ψυχῆς βαθείας | |
καὶ δώρησαί μοι τὴν γνῶσιν τῆς γραφῆς σου | |
τοῦ χρησιμεῦσαι εὐθυδρομῆσαι τάχος | |
τῆς ἄνω πόλης Ἱερουσαλὴμ Σιών τε | |
καὶ ἐντρυφῆσαι τὰ νοητά σου πάντα | |
πάντερπνα κάλλη τοῦ παραδείσου | |
καὶ σὺν ἀγγέλοις κἀγὼ συναυλισθῆναι | |
καὶ συνδοξάσαι τὸ σόν, Χριστέ μου, κράτος. | |
Λοιπὸν οὐκ ἔχω τὸ τί σοι προσενέγκει, | |
οὐ δώρων πλῆθος, οὐ κόπους τοῦ σωμάτου, | |
εἰ μὴ τὴν πίστιν αὐτήν σοι προσενέγκω. | |
Αὕτη με σώσει, αὕτη με διασώσει | |
καὶ ἐπιτύχω τῆς δόξης αἰωνίου | |
ταῖς σαῖς πρεσβείαις ἀειπαρθένου κόρης, | |
μεσίτευσόν με εἰς τὸν ἐκ σοῦ τεχθέντα | |
καὶ ποίησόν με μέτοχον παραδείσου, | |
ἵνα δοξάσω τὸ ἄμετρον <―> κράτος | |
τοῦ βασιλέως υἱοῦ σου καὶ θεοῦ μου, | |
καὶ ἀνυμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν | |
καὶ μὴ ἐκπέσω τῶν ἐσθλῶν δωρεῶν σου, | |
ἧς γένοιτό μοι ἐπιτυχεῖν, κυρία, | |
κυριοτόκε δέσποινα παναγία. |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | Prayer |
Critical Notes | ἰδοῦσά (6): ἡ δοῦσα (MERCATI 1970b: 51). |
Comment | The poem refers to a standard book epigram: "Δόξα σοι...". The epigram is followed by another epigram that also alludes to a standard book epigram, incipit: "χαίρουσιν πάντες ξένοι καὶ ὁδοιπόροι". |
Bibliography | |
Number of verses | 36 |
Occurrence(s) |
[19928] δόξα σοι π(άτ)ερ προάναρχε θεέ μου
[1451]
OXFORD - Bodleian Library - Barocci 146 [1451] (f. 400v-401r) (36 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 152: "Librarii invoc." |
Permalink | https://www.dbbe.ugent.be/types/3920 |
Last modified: 2020-08-21.