Type 3480
(formerly typ/1603)
Φράζεο δή μοι μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε. | |
Ἠοὺς ἐγρόμενος προλιπὼν ἴθι Πυθῶ δῖαν, | |
ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσί· | |
τὴν διά τε Φλεγύων καὶ Φωκίδος ἔς τ’ ἂν ἵκηαι | |
βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος· | |
ἐνθάδε προσπελάσας ξυλλάμβανε βοῦν ἐρίμυκον, | |
ἥ κεν δὴ νώτοισι μετ’ ἀμφοτέροισιν ἔχῃσι | |
λευκὸν σχῆμ’ ἑκάτερθε περίπλοκον, ἠΰτε μήνης. | |
Τήνδε σὺ ἡγεμόνα σχεῖν ἀτρέπτοιο κελεύθου. | |
Σῆμα δέ τοι ἐρέω μαλ’ ἀριφραδὲς, οὐδέ σε λήσει. | |
Ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο | |
ἥξῃ τε, κλίνῃ τε πέδῳ γόνυ ποιήεντι, | |
καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν | |
ἁγνῶς καὶ καθαρῶς· γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς, | |
ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν, | |
δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄϊδος εἴσω. | |
Καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὄνομα κλυτὸς ἔσσεαι αὖθις, | |
ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Metre(s) | Dactylic hexameter |
Tag(s) | Reference to content of the book |
Bibliography |
Bibliography category to be determined A. Bandini, 1768, Catalogus codicum manuscriptorum Bibliothecae Mediceae Laurentianae (vol. 2), Florence: 132 |
Number of verses | 18 |
Occurrence(s) |
|
Acknowledgements |
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/3480 |
Last modified: 2020-08-24.