Occurrence 25977
(formerly occ/10016)

χρησμὸ(ς) εἰς τῷ κάδμῳ:
 
+ φράζεο δή μοι μῦθον ἀγήνορος ἔκγονε κάδμε·
ἡοὺς ἐγρόμ(εν)ο(ς) προλιπὼν ἴθι πυθῶ δῖαν·
ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ·
τὴν διά τε φλεγύων καὶ φωκίδος εὖ τ’ ἂν ἵκηαι·
βουκόλον ἠδὲ βό(ας) κηριτρεφέ(ας) πελάγοντος·
ἐνθάδε προ(σ)πελάσ(ας) συλλάμβανε βοῦν ἐρίμυκ(ον)·
ἥ κεν δὴ νώτοισιν μετ’ ἀμφοτέροισιν ἔχησι·
λευκ(ὸν) σχ’ ἑκάτερθε περίπλοκ(ον) ἠΰτε μήνης·
τὴν δὲ σὺ ἡγεμόνα σχὼν ἀτρέπτοιο κελεύθου·
σῆμα δέ τοι ἐρέω μαλ’ ἀριφραδὲς οὐδέ σε λήσει·
ἔνθα κέ τι πρώτιστα βοὸς κέρ(ας) ἀγραύλοιο·
ἥξη τε κλίνη τε πέδῳ γόνυ ποιήεντι,
καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλω χθονὶ ῥέζειν·
ἁγνῶς καὶ καθαρῶς· γαίη δ’ ὅταν ἱερὰ ῥέξης·
ὄχθω ἐπ’ ἀκροτάτω κτίζειν πόλιν εὐρυάγυιαν·
δειν(ὸν) ἐνυαλίου πέμψας φύλακ’ ἄϊδος εἴσω·
καὶ σύ γ’ ἐπ’ ἀν(θρώπ)ους ὄνομα κλυτὸς ἔσσεαι αὖθις·
ἀθανάτων λεχέων ἀντήσας ὄλβιε κάδμε:+
Type(s) [3480] Φράζεο δή μοι μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε (18 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1481
Manuscript MILAN - Biblioteca Ambrosiana C 24 sup. [1481]
Place in Manuscript f. 214v
Palaeographical information Written by a contemporary reader
Contextual information Written at the end of the book.
Metre(s) Dactylic hexameter
Genre(s) Text-related epigram
Number of verses 18
Related occurrence(s) [19390] φράζεο δή μοι μῦθ(ον) ἀγήνορο(ς) ἔκγονε κάδμε [10th c.]
FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 32, Cod. 9 [10th c.] (f. 33r)
(18 verses) (10/18)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/25977
Last modified: 2021-02-16.