Type 33838
Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη, | |
ἀλλὰ καθολικοῖς θεῖα φανεῖ μέλη· | |
ἐκείνοις μὲν γὰρ ἐναντίοις ὡς οὖσι, | |
τούτοις πάλιν δὲ ὡς ὀρθὰ γε φρονοῦσι. | |
Γέγραπται γὰρ ταῦτα πολλῶν εἰς παιδείαν | |
τῶν μὴ εἰδότων ἀκριβῶς Γραφὴν Θείαν | |
μηδὲ τὰς γνώμας ἥκιστα νοούντων τῶν μεγάλων | |
καὶ μαχομένων ἀναιδῶς κατὰ τῶν διδασκάλων, | |
τῶν προφανῶς ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα μαρτυρούντων | |
καὶ ἐξ Υἱοῦ καὶ δι' Υἱοῦ λαμπρῶς θεολογούντων. | |
Καὶ αὖθις ἐν ἀζύμῳ τε καὶ δι' ἐνζύμου ἅμα | |
ἓν τελειοῦται ἀληθῶς τοῦ Ἰησοῦ μου σῶμα. | |
Μετὰ δὲ τοῦτο δείκνυται ψυχαὶ μετανοούντων | |
ὡς ἐμ πυρὶ καθαίρονται, ἁγίων μαρτυρούντων. | |
Εἶθ' ἡ ψυχῶν ἀπόλαυσις δείκνυται σωζομένων | |
ὡς ὄντων ἐν τῷ οὐρανῷ ἀγγέλοις συνημμένων. | |
Ἔσχατον τὸ πρωτεῖόν τε ἐστὶ τὸ τοῦ προέδρου, | |
τοῦ Ῥώμης ἀκροκήρυκος διαδόχου τε Πέτρου | |
καὶ ἀληθῶς Χριστι;νῶν μύστου τῆς ἀκριβείας | |
τῶν βουλομένων εὐτυχῶς τυχεῖν τῆς σωτηρίας, | |
ὅπως ἰδόντες καὶ αὐτοὶ ἴσως ἐπιστραφῶσι | |
πρὸς τὴν ἀλήθειαν αὐτήν, ἧς ἄνευ οὐ σωθῶσι. | |
Δοίη δὲ καὶ Θεὸς αὐτοῖς τῷ δόγματι προσψαῦσαι | |
καὶ σὺν ἡμῖν λατρείαν τε καὶ δόξαν ἀναπέμψαι | |
τῷ πρύτανι καὶ βασιλεῖ, Θεῷ τρισυποστάτῳ, | |
σωτῆρι καὶ κυρίῳ τε ἡμῶν ἑνικωτάτῳ. |
Text source | M. Manousakas 1965, Ἀνέκδοτοι στίχοι καὶ νέος αὐτόγραφος κῶδιξ τοῦ Ἰωάννου Πλουσιαδηνοῦ, Ἀθηνά, 68, 49-72: 63-64 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | |
Subject(s) | |
Tag(s) | |
Comment | The first six verses are dodecasyllables; they are followed by twenty verses written in decapentasyllables. Vassis (2005: 201, 458) gives two separate entries, based on this metrical distinction. |
Bibliography | |
Number of verses | 26 |
Occurrence(s) |
[33839] Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη
[15th c.]
MILAN - Biblioteca Ambrosiana H 41 sup. [15th c.] (f. 1v) (26 verses) |
Acknowledgements |
Information on the type courtesy of Krystina Kubina.
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification |
|
Permalink | https://www.dbbe.ugent.be/types/33838 |
Last modified: 2021-12-13.