Occurrence 33839

Στίχοι ἰαμβικοὶ τοῦ αὐτοῦ
 
Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη,
ἀλλὰ καθολικοῖς θεῖα φανεῖ μέλη·
ἐκείνοις μὲν γὰρ ἐναντίοις ὡς οὖσι,
τούτοις πάλιν δὲ ὡς ὀρθὰ γε φρονοῦσι.
Γέγραπται γὰρ ταῦτα πολλῶν εἰς παιδείαν
τῶν μὴ εἰδότων ἀκριβῶς Γραφὴν Θείαν
μηδὲ τὰς γνώμας ἥκιστα νοούντων τῶν μεγάλων
καὶ μαχομένων ἀναιδῶς κατὰ τῶν διδασκάλων,
τῶν προφανῶς ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα μαρτυρούντων
καὶ ἐξ Υἱοῦ καὶ δι' Υἱοῦ λαμπρῶς θεολογούντων.
Καὶ αὖθις ἐν ἀζύμῳ τε καὶ δι' ἐνζύμου ἅμα
ἓν τελειοῦται ἀληθῶς τοῦ Ἰησοῦ μου σῶμα.
Μετὰ δὲ τοῦτο δείκνυται ψυχαὶ μετανοούντων
ὡς ἐμ πυρὶ καθαίρονται, ἁγίων μαρτυρούντων.
Εἶθ' ἡ ψυχῶν ἀπόλαυσις δείκνυται σωζομένων
ὡς ὄντων ἐν τῷ οὐρανῷ ἀγγέλοις συνημμένων.
Ἔσχατον τὸ πρωτεῖόν τε ἐστὶ τὸ τοῦ προέδρου,
τοῦ Ῥώμης ἀκροκήρυκος διαδόχου τε Πέτρου
καὶ ἀληθῶς Χριστι;νῶν μύστου τῆς ἀκριβείας
τῶν βουλομένων εὐτυχῶς τυχεῖν τῆς σωτηρίας,
ὅπως ἰδόντες καὶ αὐτοὶ ἴσως ἐπιστραφῶσι
πρὸς τὴν ἀλήθειαν αὐτήν, ἧς ἄνευ οὐ σωθῶσι.
Δοίη δὲ καὶ Θεὸς αὐτοῖς τῷ δόγματι προσψαῦσαι
καὶ σὺν ἡμῖν λατρείαν τε καὶ δόξαν ἀναπέμψαι
τῷ πρύτανι καὶ βασιλεῖ, Θεῷ τρισυποστάτῳ,
σωτῆρι καὶ κυρίῳ τε ἡμῶν ἑνικωτάτῳ.
Type(s) [33838] Εἰ σχισματικοῖς ἰσχυρὰ δόξει βέλη (26 verses)
Text source M. Manousakas 1965, Ἀνέκδοτοι στίχοι καὶ νέος αὐτόγραφος κῶδιξ τοῦ Ἰωάννου Πλουσιαδηνοῦ, Ἀθηνά, 68, 49-72: 63-64
Text status Text completely known
Date 15th c.
Manuscript MILAN - Biblioteca Ambrosiana H 41 sup. [15th c.]
Place in Manuscript f. 1v
Person(s)
Scribe
Ioannes Plousiadenos of Crete < Greece (1429 - 09/08/1500) - RGK: I.176, II.234, III.294 - VGH: 185.H - PLP: X.23385 (archon, protopapas, psaltes, thytes)
Contextual information The epigram is written by Ioannes Plousiadenos as a preface to his 'Expositio de synodo Florentina et defensio quinque capitum eiusdem synodi', which starts on f. 2r.
Metre(s)
Genre(s)
Subject(s)
Comment The first six verses are dodecasyllables; they are followed by twenty verses written in decapentasyllables.
Bibliography
Number of verses 26
Acknowledgements Information on the occurrence courtesy of Krystina Kubina.

Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/33839
Last modified: 2021-12-13.