Type 3293
(formerly typ/1430)
Ὅπλοις κραταιοῖς ἑλκύσας ζυγῷ στίφη | |
ἀνενδότους φεῦ αὐχένας κάμψας κράτει | |
καταλύσας δὲ δωτίναις εἶδος ἅπαν | |
ἀνδρῶν γυναικῶν καὶ τόπων καὶ ταγμάτων | |
νῦν εὖ νικῶν εἴργασται, ὦ σκιᾶς λάτρη, | |
προφητελάτοις χαλινοῖς γνόφους στρέφων | |
εὖ τοῦ παθόντος τῷ νικηθῆναι λόγῳ | |
ἄλλοις χρόνοις ἤκουσε πολλὰ πολλά σοι | |
τελοῖεν εὐχαῖς ἀλαλαζόντων ἔτη | |
θρυλλοῖτὸ νῦν δὲ τοῖς ἀπείροις τῶν χρόνων | |
ὁ στρατιώτης, ὁ στρατηγός, ὁ βρέμων | |
Καντακουζηνὸς ὡς ἄναξ Ἰωάννης | |
σεπτοῖς τε συζῶν ἁγίοις Ἰωάσαφ . | |
τάξει πάσῃ γὰρ ἐξέλαμψεν ἐλλόγως. |
Last modified: 2022-10-26.