Occurrence 20306
(formerly occ/3957)
+ Σίμωνος ἀρχιεπισκόπου Θηβῶν:- + | |
Ὅπλοις κραταιοῖς ἑλκύσας ζυγῷ στίφη, | |
ἀνενδότους φεῦ αὐχένας κάμψας κράτει, | |
καταλύσας δὲ δωτίναις εἶδος ἅπαν, | |
ἀνδρῶν· γυναικῶν· καὶ τόπων· καὶ ταγμάτων, | |
νῦν εὖ νικῶν εἴργασται, ὢ σκιᾶς λάτρη· | |
προφητελάτοις χαλινοῖς γνόφους στρέφων, | |
εὖ τοῦ παθόντος τῷ νικηθῆναι λόγω· | |
ἄλλοις χρόνοις ἤκουσε πολλὰ πολλά σοι | |
τελοῖεν εὐχαῖς ἀλαλαζόντων ἔτη· | |
θρυλλοῖτο νῦν δὲ τοῖς ἀπείροις τῶν χρόν(ων), | |
ὁ στρατιώτης· ὁ στρατηγὸς ὁ βρέμων | |
Καντακουζηνὸς ὡς ἄναξ Ἰωάννης, | |
σεπτοῖς τε συζῶν ἁγίοις Ἰωάσαφ· | |
τάξει πάση γὰρ ἐξέλαμψεν ἐλλόγως ++. |
Last modified: 2019-05-29.