Type 3285
(formerly typ/1426)
Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς. | |
δώσω τοι φίλον υἱόν· ἀτὰρ πεπρωμένον ἐστὶ | |
σοῦ παιδὸς χείρεσσι λιπεῖν φάος· ὣς γὰρ ἔνευσε | |
Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, | |
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα. |
Last modified: 2020-08-26.